34 δηλώσομεν δέ σοι περὶ τῆς κατασκευῆς, ὡς ἂν τὰ τῶν ἐπιστολῶν ἀντίγραφα διέλθωμεν. ἦν δὲ ἡ τοῦ βασιλέως ἐπιστολὴ τὸν τύπον ἔχουσα τοῦτον· 35 Βασιλεὺς Πτολεμαῖος Ἐλεαζάρῳ ἀρχιερεῖ χαίρειν καὶ ἐρρῶσθαι. ἐπεὶ συμβαίνει πλείονας τῶν Ἰουδαίων εἰς τὴν ἡμετέραν χώραν κατῳκίσθαι γενηθέντας ἀνασπάστους ἐκ τῶν Ἱεροσολύμων ὑπὸ Περσῶν, καθ᾽ ὃν ἐπεκράτουν χρόνον, ἔτι δὲ καὶ συνεληλυθέναι τῷ πατρὶ ἡμῶν εἰς τὴν Αἴγυπτον αἰχμαλώτους· 36 ἀφ᾽ ὧν πλείονας εἰς τὸ στρατιωτικὸν σύνταγμα κατεχώρισεν ἐπὶ μείζοσι μισθοφορίαις, ὁμοίως δὲ καὶ τοὺς προόντας κρίνας πιστοὺς φρούρια κτίσας ἀπέδωκεν αὐτοῖς, ὅπως τὸ τῶν Αἰγυπτίων ἔθνος φόβος [μὴ] ἔχῃ διὰ τούτων· καὶ ἡμεῖς δὲ παραλαβόντες τὴν βασιλείαν φιλανθρωπότερον ἀπαντῶμεν τοῖς πᾶσι, πολὺ δὲ μᾶλλον τοῖς σοῖς πολίταις— 37 ὑπὲρ δέκα μυριάδας αἰχμαλώτων ἠλευθερώκαμεν, ἀποδόντες τοῖς κρατοῦσι τὴν κατ᾽ ἀξίαν ἀργυρικὴν τιμήν, διορθούμενοι καὶ εἴ τι κακῶς ἐπράχθη διὰ τὰς τῶν ὄχλων ὁρμάς, διειληφότες εὐσεβῶς τοῦτο πρᾶξαι, καὶ τῷ μεγίστῳ θεῷ χαριστικὸν ἀνατιθέντες, ὃς ἡμῖν τὴν βασιλείαν ἐν εἰρήνῃ καὶ δόξῃ κρατίστῃ παρ᾽ ὅλην τὴν οἰκουμένην διατετήρηκεν· εἴς τε τὸ στράτευμα τοὺς ἀκμαιοτάτους ταῖς ἡλικίαις τετάχαμεν, τοὺς δὲ δυναμένους καὶ περὶ ἡμᾶς εἶναι, τῆς περὶ τὴν αὐλὴν πίστεως ἀξίους, ἐπὶ χρειῶν καθεστάκαμεν.
38 βουλομένων δ᾽ ἡμῶν καὶ τούτοις χαρίζεσθαι καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην Ἰουδαίοις καὶ τοῖς μετέπειτα, προῃρήμεθα τὸν νόμον ὑμῶν μεθερμηνευθῆναι γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν παρ᾽ ὑμῶν λεγομένων Ἑβραϊκῶν γραμμάτων, ἵν᾽ ὑπάρχῃ καὶ ταῦτα παρ᾽ ὑμῖν ἐν βιβλιοθήκῃ σὺν τοῖς ἄλλοις βασιλικοῖς βιβλίοις. 39 καλῶς οὖν ποιήσεις καὶ τῆς ἡμετέρας σπουδῆς ἀξίως ἐπιλεξάμενος ἄνδρας καλῶς βεβιωκότας πρεσβυτέρους, ἐμπειρίαν ἔχοντας τοῦ νόμου, καὶ δυνατοὺς ἑρμηνεῦσαι, ἀφ᾽ ἑκάστης φυλῆς ἕξ, ὅπως ἐκ τῶν πλείονων τὸ σύμφωνον εὑρεθῇ, διὰ τὸ περὶ μειζόνων εἶναι τὴν σκέψιν. οἰόμεθα γὰρ ἐπιτελεσθέντος τούτου μεγάλην ἀποίσεσθαι δόξαν. 40 ἀπεστάλκαμεν δὲ περὶ τούτων Ἀνδρέαν τῶν ἀρχισωματοφυλάκων καὶ Ἀριστέαν, τιμωμένους παρ᾽ ἡμῖν, διαλεξομένους σοι καὶ κομίζοντας ἀπαρχὰς εἰς τὸ ἱερὸν ἀναθημάτων καὶ εἰς θυσίας καὶ τὰ ἄλλα ἀργυρίου τάλαντα ἑκατόν. γράφων δὲ καὶ σὺ πρὸς ἡμᾶς περὶ ὧν ἐὰν βούλῃ κεχαρισμένος ἔσῃ, καὶ φιλίας ἄξιόν τι πράξεις, ὡς ἐπιτελεσθησομένων τὴν ταχίστην περὶ ὧν ἂν αἱρῇ. ἔρρωσο.
Page 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182