193 Εὖ δὲ καὶ τοῦτον κατεπαινέσας ἠρώτα τὸν ἑξῆς Πῶς ὢν ἐν ταῖς πολεμικαῖς χρείαις ἀήττητος εἴη; ὁ δὲ εἶπεν Εἰ μὴ πεποιθὼς ὑπάρχοι τοῖς ὄχλοις μηδὲ ταῖς δυνάμεσιν, ἀλλὰ τὸν θεὸν ἐπικαλοῖτο διὰ πάντων, ἵνα τὰς ἐπιβολὰς αὐτῷ κατευθύνῃ δικαίως διεξάγοντι πάντα. 194 Ἀποδεξάμενος δὲ καὶ τοῦτον τὸν ἕτερον ἠρώτα Πῶς ἂν φοβερὸς εἴη τοῖς ἐχθροῖς; ὁ δὲ εἶπεν Εἰ τῇ τῶν ὅπλων καὶ δυνάμεων παρασκευῇ πολλῇ χρώμενος {εἰδείη} ταῦτα ὄντα κενὰ ἐπὶ πλείονα χρόνον πρὸς τὸ συμπέρασμα δρᾷ τι· καὶ γὰρ ὁ θεὸς διδοὺς ἀνοχὰς καὶ ἐνδεικνύμενος τὸν τῆς δυναστείας φόβον ἐγκατασκευάζει πάσῃ διανοίᾳ.
195 Καὶ τοῦτον δὲ ἐπαινέσας εἶπε πρὸς τὸν ἐχόμενον Τί κάλλιστον αὐτῷ πρὸς τὸ ζῇν ἂν εἴη; κἀκεῖνος ἔφη Τὸ γινώσκειν ὅτι θεὸς δυναστεύει τῶν ἁπάντων, καὶ ἐπὶ τῶν καλλίστων πράσεων οὐκ αὐτοὶ κατευθύνομεν τὰ βουλευθέντα· θεὸς δὲ τελειοῖ τὰ πάντων καὶ καθηγεῖται δυναστεύων. 196 Ἐπιφωνήσας δὲ καὶ τούτῳ καλῶς λέγειν τὸν ἕτερον ἠρώτα Πῶς ἂν ἀκέραια συντηρήσας ἅπαντα τοῖς ἐγγόνοις τὴν αὐτὴν παραδιδοῖ διάθεσιν ἐπὶ τέλει; ὁ δὲ εἶπεν Εὐχόμενος ἀεὶ πρὸς τὸν θεὸν ἀγαθὰς ἐπινοίας λαμβάνειν πρὸς τὰ μέλλοντα πράσσεσθαι, καὶ τοῖς ἐγγόνοις παρακελευόμενος μὴ ἐκπλήττεσθαι τῇ δόξῃ μηδὲ τῷ πλούτῴ θεὸν γὰρ εἶναι τὸν χαριζόμενον ταῦτα, καὶ οὐ δι᾽ ἑαυτοὺς ἔχει τὴν ὑπεροχὴν ἁπάντων.
197 Ἐπιμαρτυρήσας δὲ τούτοις τοῦ μετὰ ταῦτα ἐπυνθάνετο Πῶς ἂ τὰ συμβαίνοντα μετρίως φέροι; ἐκεῖνος δὲ ἔφησεν Εἰ πρόληψιν λαμβάνοις, ὅτι γέγοναν ὑπὸ τοῦ θεοῦ πάντες ἄνθρωποι μετασχεῖν τῶν μεγίστων κακῶν, ὡσαύτως δὲ καὶ ἀγαθῶν, καὶ οὐκ ἔστιν ἄνθρωπον ὄντα τούτων ἀμιγῆ γενέσθαι· ὁ θεὸς δὲ τὴν εὐψυχίαν δίδωσιν, ὃν ἱκετεύειν ἀναγκαῖον. 198 Φιλοφρονηθεὶς δὲ καὶ τοῦτον καλῶς εἶπεν ἅπαντας ἀποφαίνεσθαι· ἐπερωτήσας δὲ ἔτι ἕνα καταλήξω τὸ νῦν ἔχον, ἵνα καὶ πρὸς τὸ τέρπεσθαι τραπέντες ἡδέως διεξάγωμεν. ἐν δὲ ταῖς μετὰ ταῦτα ἓξ ἑξῆς ἡμέραις καὶ παρὰ τῶν λοιπῶν ἑξῆς μαθήσομαί τι πλέον. 199 εἶτ᾽ ἐπηρώτα τὸν ἄνδρα Τί πέρας ἀνδρείας ἐστίν; ὁ δὲ εἶπεν Εἰ τὸ βουλευθὲν ὀρθῶς ἐν ταῖς τῶν κινδύνων πράξεσιν ἐπιτελοῖτο κατὰ πρόθεσιν. τελειοῦται δὲ ὑπὸ τοῦ θεοῦ πάντα σοι καλῶς βουλευομένῳ, βασιλεῦ, συμφερόντως.
Page 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182