41 Πρὸς ταύτην τὴν ἐπιστολὴν ἀντέγραψεν ἐνδεχομένως ὁ Ἐλεάζαρος ταῦτα· Ἐλεάζαρος ἀρχιερεὺς βασιλεῖ Πτολεμαίῳ φίλῳ γνησίῳ χαίρειν. αὐτός τε ἔρρωσο καὶ ἡ βασίλισσα Ἀρσινόη, ἡ ἀδελφή, καὶ τὰ τέκνα, καλῶς ἂν ἔχοι καὶ ὡς βουλόμεθα, καὶ αὐτοὶ δὲ ὑγιαίνομεν. 42 λαβόντες τὴν παρὰ σοῦ ἐπιστολὴν μεγάλως ἐχάρημεν διὰ τὴν προαίρεσίν σου καὶ τὴν καλὴν βουλήν, καὶ συναγαγόντες τὸ πᾶν πλῆθος παρανέγνωμεν αὐτοῖς, ἵνα εἰδῶσιν ἣν ἔχεις πρὸς τὸν θεὸν ἡμῶν εὐσέβειαν. ἐπεδείξαμεν δὲ καὶ τὰς φιάλας ἃς ἀπέστειλας, χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα, κρατῆρας πέντε, καὶ τράπεζαν εἰς ἀνάθεσιν, καὶ εἰς προσαγωγὴν θυσιῶν καὶ εἰς ἐπισκευὰς ὧν ἂν δέηται τὸ ἱερὸν ἀργυρίου τάλαντα ἑκατόν, 43 περ ἐκόμισεν Ἀνδρέας τῶν τετιμημένων παρὰ σοὶ καὶ Ἀριστέας, ἄνδρες καλοὶ καὶ ἀγαθοὶ καὶ παιδείᾳ διαφέροντες καὶ τῆς σῆς ἀγωγῆς καὶ δικαιοσύνης ἄξιοι κατὰ πάντα· οἳ καὶ μετέδωκαν ἡμῖν τὰ παρὰ σοῦ, πρὸς ἃ καὶ παρ᾽ ἡμῶν ἀκηκόασιν ἁρμόζοντα τοῖς σοῖς γράμμασι. 44 πάντα γὰρ ὅσα σοι συμφέρει, καὶ εἰ παρὰ φύσιν ἐστίν, ὑπακουσόμεθα· τοῦτο γὰρ φιλίας καὶ ἀγαπήσεως σημεῖόν ἐστι. μεγάλα γὰρ καὶ σὺ καὶ ἀνεπίληστα τοὺς πολίτας ἡμῶν κατὰ πολλοὺς τρόπους εὐηργέτηκας.

45 εὐθέως οὖν προσηγάγομεν ὑπὲρ σοῦ θυσίας καὶ τῆς ἀδελφῆς καὶ τῶν τέκνων καὶ τῶν φίλων· καὶ ηὔξατο πᾶν τὸ πλῆθος, ἵνα σοι γένηται καθὼς προαιρῇ διὰ παντός, καὶ διασώζῃ σοι τὴν βασιλείαν ἐν εἰρήνῃ μετὰ δόξης ὁ κυριεύων ἁπάντων θεός, καὶ ὅπως γένηταί σοι συμφερόντως καὶ μετὰ ἀσφαλείας ἡ τοῦ ἁγίου νόμου μεταγραφή. 46 παρόντων δὲ πάντων ἐπελέξαμεν ἄνδρας καλοὺς καὶ ἀγαθοὺς πρεσβυτέρους, ἀφ᾽ ἑκάστης φυλῆς ἕξ, οὓς καὶ ἀπεστείλαμεν ἔχοντας τὸν νόμον. καλῶς οὖν ποιήσεις, βασιλεῦ δίκαιε, προστάξας, ὡς ἂν ἡ μεταγραφὴ γένηται τῶν βιβλίων, ἵνα πάλιν ἀποκατασταθῶσιν πρὸς ἡμᾶς ἀσφαλῶς οἱ ἄνδρες. ἔρρωσο.