47 Εἰσὶ δὲ πρώτης φυλῆς· Ἰώσηφος, Ἐζεκίας, Ζαχαρίας, Ἰωάννης, Ἐζεκίας, Ἐλισσαῖος. δευτέρας· Ἰούδας, Σίμων, Σομόηλος, Ἀδαῖος, Ματταθίας, Ἐσχλεμίας. τρίτης· Νεεμίας, Ἰώσηφος, Θεοδόσιος, Βασέας, Ὀρνίας, Δάκις. 48 τετάρτης· Ἰωνάθας, Ἀβαῖος, Ἐλισσαῖος, Ἁνανίας, Χαβρίας, [Χελκίας?]. πέμπτης· Ἴσακος, Ἰάκωβος, Ἰησοῦς, Σαββαταῖος, Σίμων, Λευίς. ἕκτης· Ἰούδας, Ἰώσηφος, Σίμων, Ζαχαρίας, Σομόηλος, Σελεμίας. 49 ἑβδόμης· Σαββαταῖος, Σεδεκίας, Ἰάκωβος, Ἴσαχος, Ἰησίας, Νατθαῖος. ὀγδόης· Θεοδόσιος, Ἰάσων, Ἰησοῦς, Θεόδοτος, Ἰωάννης, Ἰωνάθας. ἐνάτης· Θεόφιλος, Ἄβραμος, Ἄρσαμος, Ἰάσων, Ἐνδεμίας, Δανίηλος. 50 δεκάτης· Ἰερεμίας, Ἐλεάζαρος, Ζαχαρίας, Βανέας, Ἐλισσαῖος, Δαθαῖος. ἑνδεκάτης· Σαμούηλος, Ἰώσηφος, Ἰούδας, Ἰωνάθης. Χαβεῦ, Δοσίθεος. δωδεκάτης· Ἰσάηλος, Ἰωάννης, Θεοδόσιος, Ἄρσαμος, Ἀβιήτης, Ἐζεκῆλος. οἱ πάντες ἑβδομήκοντα δύο.

51 καὶ τὰ μὲν πρὸς τὴν τοῦ βασιλέως ἐπιστολὴν τοιαύτης ἐτύγχανεν ἀντιγραφῆς {ὑπὸ} τῶν περὶ τὸν Ἐλεάζαρον.Ὡς δὲ ἐπηγγειλάμην καὶ τὰ τῶν κατασκευασμάτων διασαφῆσαι, ποιήσω. πολυτεχνίᾳ γὰρ διαφέροντα συνετελέσθη, τοῦ βασιλέως πολλὴν ἐπίδοσιν ποιουμένου καὶ παρ᾽ ἕκαστον ἐπιθεωροῦντος τοὺς τεχνίτας. διὸ παριδεῖν οὐδὲν ἠδύναντο οὐδὲ εἰκῇ συντελέσαι. πρῶτον δέ σοι τὰ περὶ τῆς τραπέζης ἐξηγήσομαι. 52 προεθυμεῖτο μὲν οὖν ὁ βασιλεὺς ὑπέροπλόν τι ποιῆσαι τοῖς μέτροις τὸ κατασκεύασμα. προσέταξε δὲ πυθέσθαι τῶν ἀνὰ τὸν τόπον, πηλίκη τίς ἐστιν ἡ προοῦσα καὶ κειμένη κατὰ τὸ ἱερὸν ἐν Ἱεροσολύμοις. 53 ὡς δὲ ἀπεφήναντο τὰ μέτρα, προσεπηρώτησεν, εἰ κατασκευάσει μείζονα. τινὲς μὲν οὖν καὶ τῶν ἱερέων καὶ τῶν ἄλλων ἔλεγον μηδὲν ἐπικωλύειν. ὁ δὲ εἶπε βούλεσθαι καὶ πενταπλῆν τοῖς μεγέθεσι ποιῆσαι, διστάζειν δὲ μήποτε ἄχρηστος γένηται πρὸς τὰς λειτουργίας. 54 οὐ γὰρ αἱρεῖσθαι τὸ κεῖσθαι μόνον ἐν τῷ τόπῳ {τὰ} παρ᾽ αὐτοῦ, πολὺ δὲ μᾶλλον χάριν ἕξειν, ἐὰν τὰς καθηκούσας λειτουργίας ἐπὶ τῶν αὐτοῦ κατεσκευασμένων οἷς καθῆκε ποιῶνται δεόντως.