230 Λίαν δὲ φιλοφρόνως ἐπικροτήσας εἶπε πρὸς ἕτερον Πῶς ἂν πταίσας πάλιν τῆς αὐτῆς κρατήσαι δόξης; ὁ δὲ ἔφη Σὲ μὲν οὐ δυνατόν ἐστι πταῖσαι, πᾶσι γὰρ χάριτας ἔσπαρκας, αἳ βλαστάνουσιν εὔνοιαν, ἣ τὰ μέγιστα τῶν ὅπλων κατισχύουσα περιλαμβάνει τὴν μεγίστην ἀσφάλειαν· 231 εἰ δέ τινες πταίουσιν, ἐφ᾽ οἷς πταίουσιν, οὐκέτι χρὴ ταῦτα πράσσειν, ἀλλὰ φιλίαν κατακτησαμένους δικαιοπραγεῖν. θεοῦ δὲ δῶρον ἀγαθῶν ἐργάτην εἶναι καὶ μὴ τῶν ἐναντίων. 232 Συναρεσθεὶς δὲ τούτοις πρὸς τὸν ἕτερον εἶπε Πῶς ἂν ἐκτὸς γένοιτο λύπης; ὁ δὲ ἔφησεν Εἰ μηδένα βλάπτοι, πάντες δὲ ὠφελοῖ, τῇ δικαιοσύνῃ κατακολουθῶν· τοὺς γὰρ ἀπ᾽ αὐτῆς καρποὺς ἀλυπίαν κατασκευάζειν.
233 ἱκετεύειν δὲ τὸν θεόν, ἵνα μὴ τὰ παρὰ τὴν προαίρεσιν ἡμῶν ἀνακύπτοντα βλάπτῃ, λέγω δὴ οἷον θάνατοί τε καὶ νόσοι καὶ λῦπαι καὶ τὰ τοιαῦτα. {αὐτῷ} δὲ σοὶ εὐσεβεῖ καθεστῶτι τούτων οὐδὲν ἂν προσέλθοι. 234 Καλῶς δὲ καὶ τοῦτον ἐπαινέσας τὸν δέκατον ἠρώτα Τί μέγιστόν ἐστι δόξης; ὁ δὲ εἶπε Τὸ τιμᾷν τὸν θεόν· τοῦτο δ᾽ ἐστὶν οὐ δώροις οὐδὲ θυσίαις, ἀλλὰ ψυχῆς καθαρότητι καὶ διαλήψεως ὁσίας, καθὼς ὑπὸ τοῦ θεοῦ πάντα κατασκευάζεται καὶ διοικεῖται κατὰ τὴν αὐτοῦ βούλησιν· ἣν καὶ σὺ διατελεῖς ἔχων γνώμην, ᾗ πάρεστι σημειοῦσθαι πᾶσιν ἐκ τῶν ὑπὸ σοῦ συντετελεσμένων καὶ συντελουμένων.
235 Μετὰ μείζονος δὲ φωνῆς πάντας αὐτοὺς ὁ βασιλεὺς ἠσπάζετο καὶ παρεκάλει, συνεπιφωνούντων τῶν παρόντων, μάλιστα δὲ τῶν φιλοσόφων. καὶ γὰρ ταῖς ἀγωγαῖς καὶ τῷ λόγῳ πολὺ προέχοντες αὐτῶν ἦσαν, ὡς ἂν ἀπὸ θεοῦ τὴν καταρχὴν ποιούμενοι. μετὰ δὲ ταῦτα ὁ βασιλεὺς εἰς τὸ φιλοφρονεῖσθαι προῆλθε διὰ τῶν προπόσεων. 236 Τῇ δὲ ἐπιούσῃ κατὰ τὰ αὐτὰ τῆς διατάξεως τοῦ συμποσίου γενομένης, καθὼς εὔκαιρον ἐγένετο τῷ βασιλεῖ, τοὺς ἑξῆς ἐρώτα τῶν προαποκεκριμένων, εἶπε δὲ τῷ πρώτῳ Τὸ φρονεῖν εἰ διδακτόν ἐστιν; ὃς δ᾽ εἶπε Ψυχῆς ἐστιν κατασκευὴ διὰ θείας δυνάμεως ἐπιδέχεσθαι πᾶν τὸ καλόν, ἀποστρέφεσθαι δὲ τἀναντία. 237 Συνομολογήσας δὲ τὸν ἐχόμενον ἠρώτα Τί πρὸς ὑγείαν μάλιστα συντείνει; ἐκεῖνος δὲ ἔφη Σωφροσύνη· ταύτης δὲ οὐκ ἔστι τυχεῖν, ἐὰν μὴ θεὸς κατασκευάσῃ τὴν διάνοιαν εἰς τοῦτο.
Page 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182