112 παρεξέβημεν δὲ ταῦτα διὰ τὸ καλῶς ἡμῖν τὸν Ἐλεάζαρον ὑποδεδειχέναι τὰ προειρημένα. μεγάλη γὰρ ἐστὶν ἡ τῶν γεωργουμένων φιλοπονία. καὶ γὰρ ἐλαϊκοῖς πλήθεσι σύνδενδρός ἐστι καὶ σιτικοῖς καρποῖς αὐτῶν ἡ χώρα καὶ ὀσπρίοις, ἔτι δὲ ἀμπέλῳ καὶ μέλιτι πολλῷ. τὰ μὲν τῶν ἄλλων ἀκροδρύων καὶ φοινίκων οὐδ᾽ ἀριθμεῖται παρ᾽ αὐτοῖς. 113 κτήνη τε πολλὰ παμμιγῆ, καὶ δαψιλὴς ἡ τούτων νομή· διὸ καλῶς ἔβλεψαν, ὅτι πολυανθρωπίας οἱ τόποι προσδέονται, καὶ τὴν κατασκευὴν τῆς πόλεως καὶ τῶν κωμῶν ἔθεντο κατὰ λόγον. 114 πολὺ δὲ πλῆθος καὶ τῶν ἀρωμάτων καὶ λίθων πολυτελῶν καὶ χρυσοῦ παρακομίζεται διὰ τῶν Ἀράβων εἰς τὸν τόπον. ἐργάσιμος γὰρ καὶ πρὸς τὴν ἐμπορίαν ἐστὶ κατεσκευασμένη ἡ χώρα, καὶ πολύτεχνος ἡ πόλις, οὐ σπανίζει δὲ οὐδὲν τῶν διακομιζομένων διὰ τῆς θαλάσσης. 115 ἔχει γὰρ καὶ λιμένας εὐκαίρους χορηγοῦντας, τόν τε κατὰ τὴν Ἀσκαλῶνα καὶ Ἰόππην καὶ Γάζαν, ὁμοίως δὲ καὶ Πτολεμαίδα τὴν ὑπὸ τοῦ βασιλέως ἐκτισμένην. μέση δὲ κεῖται πρὸς τοὺς προειρημένους τόπους, οὐκ ἀπέχουσα τούτων πολύ. ἔχει δὲ πάντα δαψιλῆ κάθυγρος οὖσα πάντοθεν ἡ χώρα καὶ μεγάλην ἀσφάλειαν ἔχουσα.

116 περιρρεῖ δ᾽ αὐτὴν ὁ λεγόμενος Ἰορδάνης ποταμὸς ἀείρρους. {τῆς δὲ χώρας} οὐκ ἔλαττον ἑξακισχιλίων μυριάδων ἀρουρῶν κατὰ τὸ ἀρχαῖον οὔσης (μετέπειτα δὲ οἱ γειτνιῶντες ἐπέβησαν αὐτῆς) ἑξήκοντα μυριάδες ἀνδρῶν ἔγκληροι καθειστήκεισαν ἑκατοντάρουροι. πληρούμενος δὲ ὁ ποταμός, καθὼς ὁ Νεῖλος, ἐν ταῖς πρὸς τὸν θερισμὸν ἡμέραις, πολλὴν ἀρδεύει τῆς γῆς· 117 ὃς εἰς ἕτερον ποταμὸν ἐκβάλλει τὸ ῥεῦμα κατὰ τὴν Πτολεμαίων χώραν, οὗτος δὲ ἔξεισιν εἰς θάλασσαν. ἄλλοι δὲ χειμάρροι λεγόμενοι κατίασι, περιλαμβάνοντες τὰ πρὸς τὴν Γάζαν μέρη καὶ τὴν Ἀζωτίων χώραν. 118 περιέχεται δὲ ἀσφαλείαις αὐτοφυέσι, δυσείσβολος οὖσα καὶ πλήθεσιν ἀπραγμάτευτος, διὰ τὸ στενὰς εἶναι τὰς παρόδους, κρημνῶν παρακειμένων καὶ φαράγγων βαθέων, ἔτι δὲ τραχείας οὔσης πάσης τῆς περιεχούσης πᾶσαν τὴν χώραν ὀρεινῆς. 119 ἐλέγετο δὲ καὶ ἐκ τῶν παρακειμένων ὀρέων τῆς Ἀραβίας μέταλλα χαλκοῦ καὶ σιδήρου συνίστασθαι πρότερον. ἐκλέλειπται δὲ ταῦτα, καθ᾽ ὃν ἐπεκράτησαν Πέρσαι χρόνον, τῶν τότε προστατούντων ποιησαμένων διαβολήν, ὡς ἄχρηστος ἡ κατεργασία γίνεται καὶ πολυδάπανος, 120 ὅπως μὴ διὰ τὴν μεταλλείαν τῶν εἰρημένων συμβῇ καὶ τὴν χώραν καταφθείρεσθαι, καὶ σχεδὸν διὰ τὴν ἐκείνων δυναστείαν ἀλλοτριωθῆναι, παρεύρεσιν λαβόντων εἰς τοὺς τόπους εἰσόδου, διὰ τὸ τὴν διαβολὴν γεγονέναι ταύτην.Ὅσον οὖν καὶ περὶ τούτων ἔδει, κεφαλαιωδῶς σεσήμαγκά σοι, ὦ Φιλόκρατες ἀδελφέ· τὰ δὲ τῆς ἑρμηνείας ἑπομένως δηλώσομεν.