66 ἐπ᾽ αὐτῆς δὲ τῆς τραπέζης μαίανδρον ἔκτυπον ἐποίησαν, ἐν ὑπεροχῇ λίθους ἔχοντα κατὰ μέσον πολυτελεῖς τῶν {πολυειδῶν}, ἀνθράκων τε καὶ σμαράγδων, ἔτι δὲ ὄνυχος καὶ τῶν ἄλλων γενῶν τῶν διαφερόντων ἐν ὡραιότητι. 67 μετὰ δὲ τὴν τοῦ μαιάνδρου διάθεσιν ἐπέκειτο σχιστὴ πλοκή, θαυμασίως ἔχουσα, ῥομβωτὴν ἀποτελοῦσα τὴν ἀνὰ μέσον θεωρίαν· ἐφ᾽ ᾗ κρυστάλλου λίθος καὶ τὸ λεγόμενον ἤλεκτρον ἐντετύπωτο, ἀμίμητον θεωρίαν ἀποτελοῦν τοῖς θεωροῦσι. 68 τοὺς δὲ πόδας ἐποίησαν τὰς κεφαλίδας ἔχοντας κρινωτάς, ἀνάκλασιν κρίνων ὑπὸ τὴν τράπεζαν λαμβανόντων, τὰ δὲ τῆς ἐντὸς προσόψεως ὀρθὴν ἔχοντα τὴν πετάλωσιν. 69 ἡ δὲ ἐπ᾽ ἐδάφους ἔρεισις τοῦ ποδὸς ἄνθρωπος λίθου πάντοθεν παλιστιαία, κρηπῖδος ἔχουσα τάξιν κατὰ τὴν πρόσοψιν, ὀκτὼ δὲ δακτύλων τὸ πλάτος ἔχουσα· ἐφ᾽ ὃν ἐπίκειται τὸ πᾶν ἔλασμα τοῦ ποδός. 70 κατεσκεύασαν δὲ ἐκφύοντα κισσὸν ἀκάνθῳ πλεκόμενον ἐκ τοῦ λίθου, σὺν ἀμπέλῳ περιειλούμενον κυκλόθεν τῷ ποδὶ σὺν τοῖς βότρυσιν, οἳ λιθουργεῖς ἦσαν, μέχρι τῆς κεφαλῆς. ἡ δ᾽ αὐτὴ διάθεσις ἦν τῶν τεσσάρων ποδῶν, πάντα ἐνεργῶς πεποιημένα καὶ προσηγμένα, τῆς ἐμπειρίας καὶ τέχνης τὰς ὑπεροχὰς ἀπαραλλάκτως ἔχοντα πρὸς τὴν ἀλήθειαν, ὥστε καὶ ῥιπίζοντος τοῦ κατὰ τὸν ἀέρα πνεύματος κίνησιν ἐπιδέχεσθαι τὴν τῶν φύλλων θέσιν, πρὸς τὴν τῆς ἀληθείας διάθεσιν τετυπωμένων ἁπάντων.
71 ἐποίησαν δὲ τριμερὲς τὸ στόμα τῆς τραπέζης, οἱονεὶ τρίπτυχον, πελεκίνοις συναρμοζόμενα γομφωτοῖς πρὸς ἑαυτὰ κατὰ τὸ πάχος τῆς κατασκευῆς, ἀθέατον καὶ ἀνεύρετον τὴν τῶν ἁρμῶν κατασκευάσαντες συμβολήν. ἡμιπηχίου δὲ οὐκ ἐλάσσονος ἦν τὸ πάχος τῆς ὅλης τραπέζης, ὥστε πολλῶν εἶναι ταλάντων τὴν ὅλην διασκευήν. 72 ἐπεὶ γὰρ οὐ προᾐρητο τοῖς μεγέθεσιν οὐδὲν προσθεῖναι ὁ βασιλεύς, ὅσον ἔδει δαπανηθῆναι κατασκευαζομένων μειζόνων, ταῦτα ἀποδέδωκε πλείονα· καὶ κατὰ τὴν προαίρεσιν αὐτοῦ πάντα ἐπετελέσθη θαυμασίως καὶ ἀξιολόγως ἔχοντα, καὶ ταῖς τέχναις ἀμίμητα, καὶ τῇ καλλονῇ διαπρεπῆ. 73 τῶν δὲ κρατήρων δύο μὲν ἦσαν {χρυσοῖ} τῇ κατασκευῇ, φολιδωτὴν ἔχοντες ἀπὸ τῆς βάσεως μέχρι τοῦ μέσου τὴν διασκευὴν τῇ πορείᾳ, καὶ τὴν τῶν λίθων ἀνὰ μέσον τῶν φολίδων σύνδεσιν πολυτέχνως ἔχοντες. 74 εἶτα μαίανδρος ἐπέκειτο πηχυαῖος ὕψει, τὴν δ᾽ ἐκτύπωσιν ἐνυπῆρχε διὰ λιθώσεως ποικίλης, ἐμφαίνων σὺν ὡραιότητι τὸ τῆς τέχνης φιλόπονον. ἐπὶ δὲ τοῦτο ῥάβδωσις, ἐφ᾽ ᾗ διαπλοκὴ ῥόμβων, δικτυωτὴν ἔχουσα τὴν πρόσοψιν ἕως ἐπὶ τὸ στόμα. 75 τὸ δ᾽ ἀνὰ μέσον ἀσπιδίσκοι λίθων ἑτέρων παρ᾽ ἑτέροις, τοῖς γένεσι παραλλαγὴν ἐχόντων, τετραδακτύλων οὐκ ἔλαττον, ἀνεπλήρουν τὸ τῆς καλλονῆς ἐναργές. ἐπὶ δὲ τῆς στεφάνης τοῦ σώματος κρίνων τύπωσις σὺν ἀνθεμίσι καὶ βοτρύων σχοινιαὶ διάπλοκοι διετυποῦντο κυκλόθεν.
Page 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182