224 Τοῖς δὲ ῥηθεῖσιν ἀρεσθεὶς πρὸς τὸν ἐχόμενον εἶπε Πῶς ἂν ἐκτὸς εἴη φθόνου; διαλιπὼν δὲ ἐκεῖνος ἔφη Πρῶτον εἰ νοήσαι, ὅτι ὁ θεὸς πᾶσι μερίζει δόξαν τε καὶ πλούτου μέγεθος τοῖς βασιλεῦσι, καὶ οὐδεὶς περὶ ἑαυτόν ἐστι βασιλεύς· πάντες γὰρ θέλουσι μετασχεῖν ταύτης τῆς δόξης, ἀλλ᾽ οὐ δύνανται· θεοῦ γάρ ἐστι δόμα. 225 Ἐπαινέσας δὲ τὸν ἄνδρα διὰ πλειόνων ἐπηρώτα τὸν ἕτερον Πῶς ἂν καταφρονοίη τῶν ἐχθρῶν; ὁ δὲ εἶπεν Ἠσκηκὼς πρὸς πάντας ἀνθρώπους εὔνοιαν καὶ κατεργασάμενος φιλίας, λόγον οὐθενὸς ἂν ἔχοις· τὸ δὲ κεχαριτῶσθαι πρὸς πάντας ἀνθρώπους καὶ καλὸν δῶρον εἰληφέναι παρὰ θεοῦ τοῦτ᾽ ἔστι κράτιστον.
226 Συναινέσας δὲ τούτοις τὸν ἑξῆς ἐκέλευσεν ἀποκριθῆναι, πρὸς αὐτὸν εἰπών Πῶς ἂν δοξαζόμενος διαμένοι; εἶπε δὲ Τῇ προθυμίᾳ καὶ ταῖς χάρισι πρὸς τοὺς ἄλλους μεταδοτικὸς ὢν καὶ μεγαλομερὴς οὐδέποτ᾽ ἂν ἀπολίποι δόξης· ἵνα δὲ τὰ προειρημένα σοι διαμένῃ, τὸν θεὸν ἐπικαλοῦ διὰ παντός. 227 Εὐφημήσας δὲ τοῦτον ἕτερον ἠρώτα Πῶς τινα δεῖ φιλότιμον εἶναι; ἐκεῖνος δὲ ἔφη Πρὸς τοὺς φιλικῶς ἔχοντας ἡμῖν οἴονται πάντες ὅτι πρὸς τούτους δέον· ἐγὼ δ᾽ ὑπολαμβάνω, πρὸς τοὺς ἀντιδοξοῦντας φιλοτιμίαν δεῖν χαριστικὴν ἔχειν, ἵνα τούτῳ τῷ τρόπῳ μετάγωμεν αὐτοὺς ἐπὶ τὸ καθῆκον καὶ συμφέρον ἑαυτοῖς. δεῖ δὲ τὸν θεὸν λιτανεύειν, ἵνα ταῦτ᾽ ἐπιτελῆται· τὰς γὰρ ἁπάντων διανοίας κρατεῖ.
228 Συνομολογήσας δὲ τούτοις τὴν ἕκτον ἐκέλευσεν ἀποφήνασθαι πυνθανόμενος Τίσι δεῖ χαρίζεσθαι; ἐκεῖνος δ᾽ ἀπεκρίθη Γονεῦσι διὰ παντός, καὶ γὰρ ὁ θεὸς πεποίηται ἐντολὴν μεγίστην περὶ τῆς τῶν γονέων τιμῆς. ἑπομένως δὲ τὴν τῶν φίλων ἐγκρίνει διάθεσιν, προσονομάσας ἴσον τῇ ψυχῇ τὸν φίλον. σὺ δὲ καλῶς ποιεῖς ἅπαντας ἀνθρώπους εἰς φιλίαν πρὸς ἑαυτὸν καθιστῶν. 229 Παρακαλέσας δὲ καὶ τοῦτον ἐπυνθάνετο καὶ τοῦ μετέπειτα Τί καλλονῆς ἄξιόν ἐστιν; ὁ δὲ εἶπεν Εὐσέβεια. καὶ γὰρ αὕτη καλλονή τίς ἐστι πρωτεύουσα. τὸ δὲ δυνατὸν αὐτῆς ἐστιν ἀγάπη· αὕτη γὰρ θεοῦ δόσις ἐστιν· ἣν καὶ σὺ κέκτησαι πάντα περιέχων ἐν αὐτῇ τὰ ἀγαθά.
Page 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182