271 οφῶς δὲ αὐτὸν εἰπὼν ἀποκεκρίσθαι, ἑτέρῳ εἶπε Τί βασιλείαν διατηρεῖ; πρὸς τοῦτ᾽ ἔφη Μέριμνα καὶ φροντίς, ὡς οὐδὲν κακουργηθήσεται διὰ τῶν ἀποτεταγμένων εἰς τοὺς ὄχλους ταῖς χρείαις· καθὼς σὺ τοῦτο πράσσεις θεοῦ σοι τὴν σεμνὴν ἐπίνοιαν διδόντος. 272 Θαρσύνας δὲ τοῦτον ἕτερον ἐπηρώτα Τί διαφυλάσσει χάριτα καὶ τιμήν; ὁ δὲ εἶπεν Ἀρετή. καλῶν γὰρ ἔργων ἐστὶν ἐπιτέλεια, τὸ δὲ κακὸν ἀποτρίβεται· καθὼς σὺ διατηρεῖς τὴν πρὸς ἅπαντας καλοκἀγαθίαν παρὰ θεοῦ δῶρον τοῦτ᾽ ἔχων. 273 Κεχαρισμένως δὲ καὶ τοῦτον ἀποδεξάμενος τὸν ἑνδέκατον ἐπηρώτα (διὰ τὸ δύο πλεονάζειν τῶν ἑβδομήκοντα) Πῶς ἂν κατὰ ψυχὴν καὶ ἐν τοῖς πολέμοις εἰρηνικῶς ἔχοι; ὁ δὲ ἀπεφήνατο Διαλαμβάνων ὅτι κακὸν οὐδὲν εἴργασται τῶν ὑποτεταγμένων οὐθενί, πάντες δὲ ἀγωνιοῦνται περὶ τῶν εὐεργετημάτων, εἰδότες, κἂν ἐκ τοῦ ζῇν ἀποτρέχωσιν, ἐπιμελητήν σε τῶν βίων.

274 οὐ γὰρ διαλείπεις ἐπανορθῶν ἅπαντας τοῦ θεοῦ σοι καλοφροσύνην δεδωκότος. Ἐπισημήνας δὲ κρότῳ πάντας αὐτοὺς ἀπεδέξατο φιλοφρονούμενος, καὶ προπίνων ἑκάστῳ πλεῖόν τι πρὸς τὸ τερφθῆναι {ἐτράπη}, μετ᾽ εὐφροσύνης τοῖς ἀνδράσι συνὼν καὶ χαρᾶς πλείονος. 275 Τῇ ἑβδόμῃ δὲ τῶν ἡμερῶν, πλείονος παρασκευῆς γενομένης, προσπαραγινομένων πλειόνων ἑτέρων ἀπὸ τῶν πόλεων (ἦσαν γὰρ ἱκανοὶ πρέσβεις), ἐπηρώτησεν ὁ βασιλεὺς καιροῦ γενομένου τὸν πρωτεύοντα τῶν ἀπολιπόντων τῆς ἐρωτήσεως Πῶς ἂν ἀπαραλόγιστος {εἴη}; 276 ἐκεῖνος δὲ ἔφη Δοκιμάζων καὶ τὸν λέγοντα καὶ τὸ λεγόμενον καὶ περὶ τίνος λέγει, καὶ ἐν πλείονι χρόνῳ τὰ αὐτὰ δι᾽ ἑτέρων τρόπων ἐπερωτῶν. τὸ δὲ νοῦν ἔχειν ὀξὺν καὶ δύνασθαι κρίνειν ἕκαστα θεοῦ δώρημα καλόν ἐστιν· ὡς σὺ τοῦτο κέκτησαι, βασιλεῦ.

277 Κρότῳ δὲ ἐπισημηνάμενος ὁ βασιλεὺς ἕτερον ἐπηρώτα Διὰ τί τὴν ἀρετὴν οὐ παραδέχονται τῶν ἀνθρώπων οἱ πλείονες; Ὅτι φυσικῶς ἅπαντες, εἶπεν, ἀκρατεῖς καὶ ἐπὶ τὰς ἡδονὰς τρεπόμενοι γεγόνασιν· ὧν χάριν ἀδικία πέφυκε καὶ τὸ τῆς πλεονεξίας χύμα. 278 τὸ δὲ τῆς ἀρετῆς κατάστημα κωλύει τοὺς ἐπιφερομένους ἐπὶ τὴν ἡδονοκρασίαν, ἐγκράτειαν δὲ κελεύει καὶ δικαιοσύνην προτιμᾷν. ὁ δὲ θεὸς πάντων ἡγεῖται τούτων. 279 Εὖ δὲ ἀποκεκρίσθαι τοῦτον εἰπὼν ὁ βασιλεὺς ἠρώτα Τίσι δεῖ κατακολουθεῖν τοὺς βασιλεῖς; ὁ δὲ ἔφη Τοῖς νόμοις, ἵνα δικαιοπραγοῦντες ἀνακτῶνται τοὺς βίους τῶν ἀνθρώπων· καθὼς σὺ τοῦτο πράσσων ἀένναον μνήμην καταβέβλησαι σεαυτοῦ, θείῳ προστάγματι κατακολουθῶν.