121 ἐπιλέξας γὰρ τοὺς ἀρίστους ἄνδρας καὶ παιδείᾳ διαφέροντας, ἅτε δὴ γονέων τετευχότας ἐνδόξων, οἵτινες οὐ μόνον τὴν τῶν Ἰουδαϊκῶν γραμμάτων ἕξιν περιεποίησαν αὑτοῖς, ἀλλὰ καὶ τῆς τῶν Ἑλληνικῶν ἐφρόντισαν οὐ παρέργως κατακευῆς· 122 διὸ καὶ πρὸς τὰς πρεσβείας εὔθετοι καθεστήκεισαν, καὶ τοῦτ᾽ ἐπετέλουν ὅτε δέοι, καὶ πρὸς τὰς ὁμιλίας καὶ τὰς ἐπερωτήσεις τὰς διὰ τοῦ νόμου μεγάλην εὐφυίαν εἶχον, τὸ μέσον ἐζηλωκότες κατάστημα (τοῦτο γὰρ κάλλιστόν ἐστιν), ἀποτεθειμένοι τὸ τραχὺ καὶ βάρβαρον τῆς διανοίας, ὁμοίως δὲ καὶ τὸ κατοίεσθαι καὶ νομίζειν ὑπερφρονεῖν ἑτέρους ὑπερβεβηκότες, τὴν δ᾽ ὁμιλίαν καὶ τὸ συνακούειν καὶ πρὸς ἕκαστον ἀποκρίνεσθαι δεόντως παραδεδεγμένοι, καὶ πάντες ταῦτα συντηροῦντες καὶ μᾶλλον ἐν τούτοις βουλόμενοι ὑπερφέρειν ἕτερος ἑτέρου, καὶ τοῦ καθηγουμένου πάντες ἄξιοι καὶ τῆς περὶ αὐτὸν ἀρετῆς. 123 νοῆσαι δ᾽ ἦν, ὡς ἠγάπησαν τὸν Ἐλεάζαρον δυσαποσπάστως ἔχοντες, καὶ ἐκεῖνος αὐτούς· χωρὶς καὶ τοῦ πρὸς τὸν βασιλέα γεγραφέναι περὶ τῆς ἀποκαταστάσεως αὐτῶν πολλὰ παρεκάλεσε τὸν Ἀνδρέαν ποιῆσαι, συναντιλαμβάνεσθαι παρακαλῶν, καθ᾽ ὃ ἂν δυνώμεθα. 124 καὶ ἡμῶν ἐπαγγελλομένων {εὖ φροντίσειν} περὶ τούτων, ἔφη καὶ λίαν διαγωνιᾷν· εἰδέναι γάρ, ὅτι φιλάγαθος ὢν ὁ βασιλεὺς πάντων μέγιστον ἡγεῖται τὸ μεταπέμπεσθαι, καθ᾽ ὃν ἂν τόπον ὀνομασθῇ τις ἄνθρωπος διαφέρων ἀγωγῇ καὶ φρονήσει παρ᾽ ἑτέρους.
125 μετείληφα γὰρ καλῶς αὐτὸν λέγειν, ὅτι περὶ ἑαυτὸν ἔχων ἄνδρας δικαίους καὶ σώφρονας τὴν μεγίστην ἂν φυλακὴν τῆς βασιλείας ἕξειν, συμβουλευόντων παρρησίᾳ πρὸς τὸ συμφέρον τῶν φίλων· ὃ δὴ σύνεστι τοῖς ἀποστελλομένοις ὑπ᾽ αὐτοῦ. 126 καὶ δι᾽ ὅρκων ἐπιστοῦτο, μὴ προΐεσθαι τοὺς ἀνθρώπους, εἴ τις ἑτέρα χρεία πρὸς τὰ ἰδίαν αὐτῷ κατεπείγοι, πρὸς δὲ τὴν κοινὴν πᾶσι τοῖς πολίταις ἑπανόρθωσιν ἐξαποστέλλειν αὐτούς. 127 τὸ γὰρ καλῶς ζῇν ἐν τῷ τὰ νόμιμα συντηρεῖν εἶναι· τοῦτο δὲ ἐπιτελεῖσθαι διὰ τῆς ἀκροάσεως πολλῷ μᾶλλον ἢ διὰ τῆς ἀναγνώσεως. προτιθέμενος οὖν ταῦτα καὶ τὰ τούτοις παραπλήσια φανερὸς ἦν τὴν διάθεσιν, ὃς ἦν πρὸς αὐτούς. 128 Ἄξιον δὲ ἐπιμνησθῆναι {διὰ} βραχέων τῶν ὑποδειχθέντων ὑπ᾽ αὐτοῦ πρὸς τὰ δι᾽ ἡμῶν ἐπιζητηθέντα. νομίζω γὰρ τοὺς πολλοὺς περιεργίαν ἔχων τινὰ τῶν ἐν τῇ νομοθεσίᾳ περί τε τῶν βρωτῶν καὶ ποτῶν καὶ τῶν νομιζομένων ἀκαθάρτων εἶναι κνωδάλων. 129 πυνθανομένων γὰρ ἡμῶν, διὰ τί, μιᾶς καταβολῆς οὔσης, τὰ μὲν ἀκάθαρτα νομίζεται πρὸς βρῶσιν, τὰ δὲ καὶ πρὸς τὴν ἁφὴν (δεισιδαιμόνως γὰρ τὰ πλεῖστα τὴν νομοθεσίαν ἔχειν, ἐν δὲ τούτοις πάνυ δεισιδαιμόνως) πρὸς ταῦτα οὕτως ἐνήρξατο. 130 Θεωρεῖς, ἔφη, τὰς ἀναστροφὰς καὶ τὰς ὁμιλίας, οἷον ἐνεργάζονται πρᾶγμα, διότι κακοῖς ὁμιλήσαντες διαστροφὰς ἐπιλαμβάνουσιν ἄνθρωποι, καὶ ταλαίπωροι δι᾽ ὅλου τοῦ ζῇν εἰσιν· ἐὰν δὲ σοφοῖς καὶ φρονίμοις συζῶσιν, ἐξ ἀγνοίας ἐπανορθώσεως εἰς τὸν βίον ἔτυχον.
Page 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182