186 Εἰπόνοτος δὲ ταῦτα τούτου κατερράγη κρότος μετὰ κραυγῆς καὶ χαρᾶς εὐφροσύνου πλείονα χρόνον· καὶ τὸ τηνικαῦτα πρὸς τὸ τέρπεσθαι διὰ τῶν ἡτοιμασμένων ἐτράπησαν, τῶν λειτουργιῶν ἁπασῶν διὰ τῆς τοῦ Δωροθέου συντάξεως ἐπιτελουμένων· ἐν οἷς καὶ βασιλικοὶ παῖδες ἦσαν, καὶ τῶν τιμωμένων ὑπὸ τοῦ βασιλέως. 187 Ὅτε δὲ καιρὸν ἔλαβεν ἐκ διαστήματος, ἠρώτησε τὸν ἔχοντα τὴν πρώτην ἀνάκλισιν (ἦσαν γὰρ καθ᾽ ἡλικίαν τὴν ἀνάπτωσιν πεποιημένοι) Πῶς ἂν τὴν βασιλείαν μέχρι τέλους ἄπταιστον ἔχων διατελοῖ; 188 βραχὺ δὲ ἐπισχὼν εἶπεν Οὕτως ἂν μάλιστα διευθύνοις, μιμούμενος τὸ τοῦ θεοῦ διὰ παντὸς ἐπιεικές. μακροθυμίᾳ γὰρ χρώμενος, καὶ βλιμάζων τοὺς ἀξίους ἐπιεικέστερον, καθώς εἰσιν ἄξιοι, μετατιθεὶς ἐκ τῆς κακίας καὶ εἰς μετάνοιαν ἄξεις.

189 Ἐπαινέσας δὲ ὁ βασιλεὺς τὸν ἐχόμενον ἠρώτα Πῶς ἂν ἕκαστα πράττοι; ὁ δὲ ἀπεκρίθη Τὸ δίκαιον εἰ πρὸς ἅπαντας διατηροῖ, ἑαυτῷ καλῶς τὰ ἕκαστα πράξει, διαλαμβάνων ὅτι πᾶν ἐννόημα σαφές ἐστι θεῷ· καταρχὴν δὲ θείου φόβου λαμβάνων ἐν οὐδενὶ διαπίπτοις. 190 Καὶ τοῦτον δὲ εὖ μάλα παραδεξάμενος ἕτερον ἐπηρώτα Πῶς ἂν ὁμοίους ἑαυτῷ ἔχοι τοὺς φίλους; κἀκεῖνος εἶπεν Εἰ θεωροίησαν πολλήν σε πρόνοιαν ποιούμενον ὧν ἄρχεις ὄχλων· σὺ δὲ τοῦτο πράξεις ἐπιβλέπων ὡς ὁ θεὸς εὐεργετεῖ τὸ τῶν ἀνθρώπων γένος, ὁ ὑγείαν αὐτοῖς καὶ τροφὴν καὶ τὰ λοιπὰ κατὰ καιρὸν παρασκευάζων ἅπαντα.

191 Συνεπιμαρτυρήσας δὲ τούτῷ τὸν ἐχόμενον ἠρώτα Πῶς ἂν ἐν τοῖς χρηματισμοῖς καὶ διακρίσεσιν εὐφημίας {τυγχάνοι} καὶ ὑπὸ τῶν ἀποτυγχανόντων; ὁ δὲ εἶπεν Εἰ πᾶσιν ἴσος γένοιο τῷ λόγῳ, καὶ μηδὲν ὑπερηφάνως μηδὲ τῇ περὶ σεαυτὸν ἰσχύι πράσσοις κατὰ τῶν ἁμαρτανόντων. 192 τοῦτο δὲ ποιήσεις τὴν διάταξιν βλέπων τὴν ὑπὸ τοῦ θεοῦ· τὰ γὰρ ἱκετευόμενα συντελεῖσθαι τοῖς ἀξίοις, τοῖς δὲ ἀποτυγχανόυσιν ἢ δι᾽ ὀνείρων ἢ πράξεων σημαίνεσθαι τὸ βλαβερὸν αὐτοῖς, οὐ κατὰ τὰς ἁμαρτίας οὐδὲ {κατὰ} τὴν μεγαλωσύνην τῆς ἰσχύος τύπτοντος αὐτούς, ἀλλ᾽ ἐπιεικείᾳ χρωμένου τοῦ θεοῦ.