85 καὶ τοῦ θυρώματος δὲ καὶ τῶν περὶ αὐτὸ συνδέσμων κατὰ τὰς φλιὰς καὶ τῆς τῶν ὑπερθύρων ἀσφαλείας ἔκδηλος ἦν ἡ τῶν χρημάτων γεγονυῖα ἀφειδὴς δαπάνη. 86 τοῦ τε καταπετάσματος ἡ διατύπωσις θυρώσει κατὰ πᾶν ὁμοιοτάτη ὑπῆρχε· καὶ μάλιστα διὰ τὴν τοῦ πνεύματος ὑποδρομὴν ἀδιάλειπτον κίνησιν λαμβονούσης τῆς διυφῆς, διὰ τὸ ἀπ᾽ ἐδάφους γινομένης τῆς ὑποδρομῆς {κατατείνειν} τὴν κόλπωσιν μέχρι τῆς ἄνω διατάσεως, ἡδεῖάν τινα καὶ δυσαπάλλακτον τὴν θεωρίαν ἔχοντος τοῦ πράγματος. 87 ἥ τε τοῦ θυσιαστηρίου κατασκευὴ {συμμέτρως ἔχουσαν} πρὸς τὸν τόπον καὶ τὰ θύματα διὰ τοῦ πυρὸς ἐξαναλούμενα τὴν διοικοδομὴν εἶχε, τῆς δ᾽ ἀναβάσεως τῆς πρὸς αὐτό, πρὸς τὴν εὐκοσμίαν ἔχοντος τοῦ τόπου καθηκόντως τὸ κλίμα τῶν λειτουργούντων ἱερέων κεκαλυμμένων μέχρι τῶν σφυρῶν βυσσίνοις χιτῶσιν. 88 ὁ δὲ οἶκος βλέπει πρὸς ἕω, τὰ δ᾽ ὀπίσθια αὐτοῦ πρὸς ἑσπέραν· τὸ δὲ πᾶν ἔδαφος λιθόστρωτον καθέστηκε καὶ κλίματα πρὸς τοὺς καθήκοντας τόπους ἔχει τῆς τῶν ὑδάτων ἐπιφορᾶς ἕνεκεν, ἣ γίνεται διὰ τὴν σμῆξιν τῶν ἀπὸ τῶν θυσιῶν αἱμάτων. πολλαὶ γὰρ μυριάδες κτηνῶν προσάγονται κατὰ τὰς τῶν ἑορτῶν ἡμέρας.
89 ὕδατος δὲ ἀνέκλειπτός ἐστι σύστασις, ὡς ἂν καὶ πηγῆς ἔσωθεν πολυρρύτου φυσικῶς ἐπιρρεούσης, ἔτι δὲ θαυμασίων καὶ ἀδιηγήτων ὑποδοχείων ὑπαρχόντων ὑπὸ γῆν, καθὼς ἀπέφαινον πέντε σταδίων κυκλόθεν τῆς κατὰ τὸ ἱερὸν καταβολῆς καὶ ἑκάστου τούτων σύριγγας ἀναρίθμους, καθ᾽ ἕκαστον μέρος ἑαυτὰ συναπτόντων τῶν ῥευμάτων· 90 καὶ πάντα ταῦτα μεμολιβῶσθαι κατ᾽ ἐδάφους καὶ τοῦ τοίχου· ἐπὶ δὲ τούτων κεχύσθαι πολύ τι πλῆθος κονιάσεως, ἐνεργῶς γεγενημένων ἁπάντων. εἶναι δὲ πυκνὰ τὰ στόματα πρὸς τὴν βάσιν, ἀοράτως ἔχοντα τοῖς πᾶσι πλὴν αὐτοῖς οἷς ἐστιν ἡ λειτουργία, ὡς ῥοπῇ καὶ νεύματι πάντα καθαρίζεσθαι τὰ συναγόμενα παμπληθῆ τῶν θυμάτων αἵματα. 91 πεπεισμένος δὲ καὶ αὐτὸς τὴν τῶν ὑποδοχείων κατασκευὴν δηλώσω καθὼς ἐπιστώθην. προήγαγον γὰρ πλέον σταδίων τεσσάρων ἐκ τῆς πόλεως, καὶ πρός τινα τόπον ἐκέλευσαν κατακύψαντα συνακοῦσαι τοῦ γινομένου ψόφου τῆς ἀπαντήσεως τῶν ὑδάτων· ὥστε συμφανές μοι γεγονέναι τὸ μέγεθος τῶν ἀγγείων, καθὼς δεδήλωται. 92 τῶν δὲ ἱερέων ἡ λειτουργία κατὰ πᾶν ἀνυπέρβλητός ἐστι τῇ ῥώμῃ καὶ τῇ τῆς εὐκοσμίας καὶ σιγῆς διαθέσει. πάντες γὰρ αὐτοκελεύστως διαπονοῦσι πολλῆς γινομένης κακοπαθείας, καὶ ἑκάστῳ τὸ διατεταγμένον μέλει. καὶ ἀδιαλείπτως ὑπηρετοῦσιν, οἱ μὲν τὴν ξυλείαν, οἱ δὲ ἔλαιον, οἱ δὲ σεμίδαλιν, οἱ δὲ τὰ τῶν ἀρωμάτων, ἕτεροι τὰ τῆς σαρκὸς ὁλοκαυτοῦντες, ἰσχύι διαφερόντως συγχρώμενοι· 93 διαλαβόντες γὰρ ἀμφοτέραις τῶν μόσχων τὰ σκέλη, πλεῖον ὄντα ταλάντων δύο σχεδὸν ἑκάστου, ἀναρρίπτουσιν ἑκατέραις θαυμασίως ὕψος ἱκανὸν καὶ οὐχ ἁμαρτάνουσι τῆς ἐπιθέσεως. ὁμοίως δὲ καὶ τὰ τῶν προβάτων ἔτι δ᾽ αἰγῶν τοῖς βάρεσι καὶ πιμελῇ θαυμασίως ἔχει. κατὰ πᾶν γὰρ ἐκλεγομένων οἷς ἐπιμελές ἐστιν ἀμώμητα καὶ τῇ παχύτητι διαφέροντα, τὸ προειρημένον ἐπιτελεῖται.
Page 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182