76 οἱ μὲν οὖν διὰ τοῦ χρυσοῦ τοιαύτην εἶχον τὴν κατασκευήν, χωροῦντες ὑπὲρ δύο μετρητάς· οἱ δ᾽ ἀργυροῖ λείαν εἶχον τὴν διασκευήν, ἔνοπτρον δὴ γεγονυῖαν πρὸς αὐτὸ τοῦτο θαυμασίως ἔχουσαν, ὥστε πᾶν τὸ προσαχθὲν ἀπαυγάζεσθαι σαφέστερον μᾶλλον ἢ ἐν τοῖς κατόπροις. 77 οὐκ ἐφικτὸν δ᾽ ἐστὶν ἐξηγήσασθαι τὰ προσυντελεσθέντα πρὸς τὴν τῆς ἀληθείας ἔμφασιν. ὡς γὰρ ἐπετελέσθη, τεθέντων τῶν κατασκευασμάτων ἑτέρου παρ᾽ ἕτερον—λέγω δὲ πρῶτον ἀργυροῦ κρατῆρος, εἶτα χρυσοῦ, πάλιν ἀργυροῦ καὶ χρυσοῦ—παντελῶς ἀνεξήγητος ἐγένετο τῆς προσόψεως ἡ διάθεσις, καὶ τῶν πρὸς τὴν θεωρίαν προσιόντων οὐ δυναμένων ἀφίστασθαι διὰ τὴν περιαύγειαν καὶ τὸ τῆς ὄψεως τερπνόν. 78 ποικίλη γὰρ ἦν ἡ τῆς ἐπιφανείας ἐνέργεια. προσορώντων γὰρ πρὸς αὐτὴν τὴν τοῦ χρυσίου κατασκευήν, ψυχαγωγία τις ἦν μετὰ θαυμασμοῦ, συνεχῶς ἐφ᾽ ἕκαστον ἐπιβαλλούσης τῆς διανοίας τεχνίτευμα. καὶ πάλιν ὅτε πρὸς τὴν τῶν ἀργυρῶν προσβλέψαι τις θέσιν ἤθελεν, ἀπέλαμπε τὰ πάντα κυκλόθεν, ὡς ἄν τις ἕστηκε, καὶ διάχυσιν ἐποίει μείζονα τοῖς θεωμένοις· ὥστε παντελῶς ἀνεξήγητον εἶναι τῶν ἐνηργημένων τὴν πολυτεχνίαν. 79 τὰς δὲ χρυσᾶς φιάλας διετόρευσαν στεφάνοις ἀμπέλου κατὰ μέσον, περὶ δὲ τὰ χείλη κισσοῦ τε καὶ μυρσίνης ἔτι δ᾽ ἐλαίας ἀνέπλεξαν στέφανον ἔκτυπον, πολυτελεῖς ἐνέντες λίθους· καὶ τὰς λοιπὰς δὲ πορείας διηλλαγμένως ἐπετέλεσαν, ἅπαντα φιλοτιμηθέντες εἰς ὑπεροχὴν δόξης τοῦ βασιλέως ποιῆσαι.
80 καθόλου γὰρ οὔτ᾽ ἐν τοῖς βασιλικοῖς ὑπῆρχε ῥισκοφυλακίοις τοιαύτη κατασκευὴ τῇ πολυτελείᾳ καὶ τεχνουργίᾳ, οὔτ᾽ ἔν τινι ἄλλῳ. πρόνοιαν γὰρ οὐ μικρὰν ἐποιεῖτο ὁ βασιλεύς, φιλοδοξῶν εἰς τὰ καλῶς ἔχοντα. 81 πολλάκις γὰρ τὸν δημόσιον χρηματισμὸν παρίει, τοῖς δὲ τεχνίταις παρήδρευεν ἐπιμελῶς, ἵνα καθηκόντως τῷ τόπῳ συντελέσωσιν, εἰς ὃν ἀπεστέλλετο τὰ τῶν ἔργων. διὸ πάντα σεμνῶς ἐγεγόνει, καὶ καταξίως τοῦ τε ἀποστέλλοντος βασιλέως καὶ τοῦ προστατοῦντος ἀρχιερέως τοῦ τόπου. 82 καὶ γὰρ τὸ τῶν λίθων πλῆθος ἄφθονον, καὶ μεγάλοι τοῖς μεγέθεσιν, οὐκ ἔλαττον πεντακισχιλίων· καὶ ταῖς τέχναις κρατιστεύοντα πάντα, ὥστε πενταπλασίως τοῦ χρυσοῦ τιμιωτέραν εἶναι τὴν τῶν λίθων δόσιν καὶ τὴν τῶν τεχνῶν ἐνέργειαν. 83 Ὑπολαμβάνων οὖν καὶ τούτων τὴν ἀναγραφὴν ἀναγκαίαν εἶναι, δεδήλωκά σοι. τὰ δ᾽ ἑξῆς περιέχει τὴν πρὸς τὸν Ἐλεάζαρον ὁδὸν ἡμῖν γενομένην· τὴν δὲ θέσιν τῆς ὅλης χώρας πρῶτον δηλώσω. Ὡς γὰρ παρεγενήθημεν ἐπὶ τοὺς τόπους, ἐθεωροῦμεν τὴν πόλιν μέσην κειμένην τῆς ὅλης Ἰουδαίων ἐπ᾽ ὄρους ὑψηλὴν ἔχοντος τὴν ἀνάτασιν. 84 ἐπὶ δὲ τῆς κορυφῆς κατεσκεύαστο τὸ ἱερὸν ἐκπρεπῶς ἔχον· καὶ οἱ περίβολοι τρεῖς, ὑπὲρ ἑβδομήκοντα δὲ πήχεις τῷ μεγέθει, καὶ τὸ πλάτος ἀκόλουθον καὶ τὸ μῆκος τῆς κατὰ τὸν οἶκον διασκευῆς ὑπῆρχε, μεγαλομοιρίᾳ καὶ χορηγίᾳ κατὰ πάντα ὑπερβαλλούσῃ διῳκοδομημένων ἁπάντων.
Page 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182