155 διὸ παρακελεύεται καὶ διὰ τῆς γραφῆς ὁ λέγων οὕτως· μνείᾳ μνησθήσῃ κυρίου τοῦ ποιήσαντος ἔν σοι τὰ μεγάλα καὶ θαυμαστά. κατανοούμενα γὰρ καὶ μεγάλα καὶ ἔνδοξα φαίνεται· πρῶτον μὲν ἡ σύμπηξις τοῦ σώματος καὶ ἡ τῆς τροφῆς διοίκησις καὶ ἡ περὶ ἕκαστον μέλος διαστολή· 156 πολλῷ δὲ μᾶλλον ἡ τῶν αἰσθήσεων διακόσμησις, διανοίας ἐνέργημα καὶ κίνησις ἀόρατος, ἥ τε ὀξύτης τοῦ πρὸς ἕκαστόν τι πράσσειν καὶ τεχνῶν εὕρεσις ἀπέραστον περιέχει τρόπον. 157 διὸ παρακελεύεται μνείαν ἔχειν, ὡς συντηρεῖται τὰ προειρημένα θείᾳ δυνάμει σὺν κατασκευῇ. πάντα γὰρ χρόνον καὶ τόπον ὥρικε πρὸς τὸ διὰ παντὸς μνημονεύειν τοῦ κρατοῦντος θεοῦ καὶ συντηροῦντος.

158 καὶ γὰρ ἐπὶ τῶν βρωτῶν καὶ ποτῶν ἀπαρξαμένους εὐθέως τότε συγχρῆσθαι κελεύει. καὶ μὴν καὶ ἐκ τῶν περιβολαίων παράσημον ἡμῖν μνείας δέδωκεν, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν πυλῶν καὶ θυρῶν προστέταχε μὲν ἡμῖν τιθέναι τὰ λόγια, πρὸς τὸ μνείαν εἶναι θεοῦ· 159 καὶ ἐπὶ τῶν χειρῶν δὲ διαρρήδην τὸ σημεῖον κελεύει περιῆφθαι, σαφῶς ἀποδεικνὺς ὅτι πᾶσαν ἐνέργειαν μετὰ δικαιοσύνης ἐπιτελεῖν δεῖ, μνήμην ἔχοντας τῆς ἑαυτῶν κατασκευῆς, ἐπὶ πᾶσι δὲ τὸν περὶ θεοῦ φόβον. 160 κελεύει δὲ καὶ κοιταζομένους καὶ διανισταμένους μελετᾷν τὰς τοῦ θεοῦ κατασκευάς, οὐ μόνον λόγῳ, ἀλλὰ διαλήψει θεωροῦντας τὴν κίνησιν καὶ ὑπόληψιν ἑαυτῶν, ὅταν εἰς ὕπνον ἔρχωνται, καὶ τὴν ἔγερσιν, ὡς θεία τίς ἐστι καὶ ἀκατάληπτος τούτων ἡ μετάθεσις.

161 Δέδεικται δέ σοι καὶ τὸ περισσὸν τῆς λογίας τῆς κατὰ τὴν διαστολὴν καὶ μνείαν, ὡς ἐξεθέμεθα τὴν διχηλίαν καὶ τὸν μηρυκισμόν. οὐ γὰρ εἰκῆ καὶ κατὰ τὸ ἐμπεσὸν εἰς ψυχὴν νενομοθέτηται, πρὸς δ᾽ ἀλήθειαν καὶ σημείωσιν ὀρθοῦ λόγου. 162 διατάξας γὰρ ἐπὶ βρωτῶν καὶ ποτῶν καὶ τῶν κατὰ τὰς ἁφὰς ἕκαστα, κελεύει μηθὲν εἰκῆ μήτε πράσσειν μήτε ἀκούειν, μήτε τῇ τοῦ λόγου δυναστείᾳ συγχρωμένους ἐπὶ τὴν ἀδικίαν τρέπεσθαι. 163 καὶ ἐπὶ τῶν κνωδάλων δὲ ταὐτὸν ἔστιν εὑρεῖν. κακοποιητικὸς γὰρ ὁ τρόπος ἐστὶ καὶ γαλῆς καὶ τῶν τούτοις ὁμοίων, ὅσα διηγόρευται.