247 θεὸς δὲ τὴν διάνοιαν {ἄξει} σοι, βασιλεῦ, πρὸς τὰ κάλλιστα. Συγκροτήσας πάντας τ᾽ ἐπαινέσας κατ᾽ ὄνομα, καὶ τῶν παρόντων ταὐτὰ ποιούντων, ἐπὶ τὸ μέλπειν ἐτράπησαν. 248 Τῇ δὲ ἐχομένῃ τὸν καιρὸν λαβὼν ἐπηρώτα τὸν ἑξῆς Τίς ἐστιν ἀμέλεια μεγίστη; πρὸς τοῦτ᾽ ἔφη Εἰ τέκνων ἄφροντίς τις εἴη, καὶ μὴ κατὰ πάντα τρόπον ἀγαγεῖν {σπεύδοι}· εὐχόμεθα γὰρ ἀεὶ πρὸς τὸν θεόν, οὐχ οὕτως περὶ ἑαυτῶν ὡς περὶ τῶν ἐγγόνων, ἵνα παρῇ πάντα αὐτοῖς τὰ ἀγαθά. τὸ δὲ ἐπιδεῖσθαι παιδία σωφροσύνης μετασχεῖν, θεοῦ δυνάμει τοῦτο γίνεται. 249 Φήσας δὲ εὐλογεῖν ἄλλον ἠρώτα Πῶς ἂν φιλόπατρις εἴη; Προτιθέμενος, εἶπεν, ὅτι καλὸν ἐν ἰδίᾳ καὶ ζῇν καὶ τελευτᾷν. ἡ δὲ ξενία τοῖς μὲν πένησι καταφρόνησιν ἐργάζεται, τοῖς δὲ πλουσίοις ὄνειδος, ὡς διὰ κακίαν ἐκπεπτωκόσιν. εὐεργετῶν οὖν ἅπαντας, καθὼς συνεχῶς τοῦτ᾽ ἐπιτελεῖς, θεοῦ διδόντος σοὶ πρὸς πάντα χάριν, φιλόπατρις φανήσῃ.
250 Τούτου δὲ ἀκούσας τοῦ κατὰ τὸ ἑξῆς ἐπυνθάνετο Πῶς {ἂν} ἁρμόσαι γυναικί; {Γινώσκων} ὅτι μὲν θρασύ ἐστιν, ἔφη, τὸ θῆλυ γένος, καὶ δραστικὸν ἐφ᾽ ὃ βούλεται πρᾶγμα, καὶ μεταπῖπτον εὐκόπως διὰ παραλογισμοῦ, καὶ τῇ φύσει κατεσκεύασται ἀσθενές· δέον δ᾽ ἐστὶ κατὰ τὸ ὑγιὲς χρῆσθαι, καὶ μὴ πρὸς ἔριν ἀντιπράσσειν. 251 κατορθοῦται γὰρ βίος, ὅταν ὁ κυβερνῶν εἰδῇ, πρὸς τίνα σκοπὸν δεῖ τὴν διέξοδον ποιεῖσθαι. θεοῦ δ᾽ ἐπικλήσει καὶ βίος κυβερνᾶται κατὰ πάντα. 252 Συνανθομολογησάμενος δὲ τούτῳ τὸν ἑξῆς ἠρώτα Πῶς {ἂν} ἀναμάρτητος εἴη; ὁ δὲ ἔφησεν Ὡς ἅπαντα πράσσων καὶ μετὰ διαλογισμοῦ καὶ μὴ πειθόμενος διαβολαῖς, ἀλλ᾽ αὐτὸς ὢν δοκιμαστὴς τῶν λεγομένων καὶ κρίσει κατευθύνων τὰ τῶν ἐντεύξεων καὶ διὰ κρίσεως ἐπιτελῶν ταῦτα ἀναμάρτητος, ἔφησεν, ἂν εἴης, ὦ βασιλεῦ. τὸ δ᾽ ἐπινοεῖν ταῦτα καὶ ἐν τούτοις ἀναστρέφεσθαι θείας δυνάμεώς ἐστιν ἔργον.
253 Διαχυθεὶς δὲ τοῖς εἰρημένοις τὸν ἕτερον ἠρώτα Πῶς ἂν ἐκτὸς θυμοῦ γένοιτο; πρὸς τοῦτ᾽ εἶπε Γινώσκων ὅτι πάντων ἐξουσίαν ἔχει, καί, εἰ χρήσαιτο θυμῷ, θάνατον ἐπιφέρει· ὅπερ ἀνωφελὲς καὶ ἀλγεινόν ἐστιν, εἰ τὸ ζῇν ἀφελεῖται πολλῶν, διὰ τὸ κύριον εἶναι. πάντων δ᾽ ὑπηκόων ὄντων καὶ μηδενὸς ἐναντιουμένου, τίνος χάριν θυμωθήσεται; 254 γινώσκειν δὲ δεῖ, διότι θεὸς τὸν πάντα κόσμον διοικεῖ μετ᾽ εὐμενείας καὶ χωρὶς ὀργῆς ἁπάσης· τούτῳ δὲ κατακολουθεῖν ἀναγκαῖόν ἐστί σε, ἔφησεν, ὦ βασιλεῦ. 255 Καλῶς δὲ ἀποκεκρίσθαι φήσας τοῦτον ἐπυνθάνετο τοῦ μετέπειτα Τί ἐστιν εὐβουλία; Τὸ καλῶς ἅπαντα πράσσειν, ἀπεφήνατο, μετὰ διαλογισμοῦ, κατὰ τὴν βουλὴν παρατιθέντα καὶ {τὰ} βλαβερὰ τῶν κατὰ τὸ ἐναντίον τοῦ λόγου διάστημα, ἵνα πρὸς ἕκαστον ἐπινοήσαντες ὦμεν εὖ βεβουλευμένοι, καὶ τὸ προτεθὲν ἡμῖν ἐπιτελῆται. τὸ δ᾽ αὖ κράτιστον, θεοῦ δυναστείᾳ πᾶν βούλευμα {τελείωσιν ἕξει} σοι τὴν εὐσέβειαν ἀσκοῦντι.
Page 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182