208 Ἐπαινέσας αὐτὸν τῷ μετ᾽ αὐτὸν εἶπε Πῶς ἂν φιλάνθρωπος εἴη; κἀκεῖνος ἔφη Θεωρῶν ὡς ἐν πολλῷ χρόνῳ καὶ κακοπαθείαις μεγίσταις αὔξει τε καὶ γεννᾶται τὸ τῶν ἀνθρώπων γένος· ὅθεν οὔτε εὐκόπως δεῖ κολάζειν, οὔτε αἰκίαις περιβάλλειν· γινώσκων ὅτι τὸ τῶν ἀνθρώπων ζῇν ἐν ὀδύναις τε καὶ τιμωρίαις καθέστηκεν. ἐπινοῶν οὖν ἕκαστα πρὸς τὸν ἔλεον τραπήσᾐ καὶ γὰρ ὁ θεὸς ἐλεήμων ἐστιν. 209 Ἀποδεξάμενος δὲ τοῦτον ἐπυνθάνετο τοῦ κατὰ τὸ ἑξῆς Τίς ἀναγκαιότατος τρόπος βασιλείας; Τὸ συντηρεῖν, εἶπεν, αὑτὸν ἀδωροδόκητον, καὶ νήφειν τὸ πλεῖον μέρος τοῦ βίου, καὶ δικαιοσύνην προτιμᾷν καὶ τοὺς τοιούτους φιλοποιεῖσθαι· καὶ γὰρ ὁ θεὸς φιλοδίκαιός ἐστιν.
210 Ἐπισημήνας καὶ τοῦτον πρὸς τὸν ἕτερον εἶπε Τί τὸ τῆς εὐσεβείας ἐστὶ κατάστημα; ἐκεῖνος δὲ ἔφη Τὸ διαλαμβάνειν ὅτι πάντα διὰ παντὸς ὁ θεὸς ἐνεργεῖ καὶ γινώσκει, καὶ οὐθὲν ἂν λάθοι ἄδικον ποιήσας ἢ κακὸν ἐργασάμενος ἄνθρωπος· ὡς γὰρ θεὸς εὐεργετεῖ τὸν ὅλον κόσμον, οὕτως καὶ σὺ μιμούμενος ἀπρόσκοπος ἂν εἴης. 211 Ἐπιφωνήσας δὲ τούτῳ πρὸς τὸν ἕτερον εἶπε Τίς ὄρος τοῦ βασιλεύειν ἐστίν; ὁ δὲ ἔφη Τὸ καλῶς ἄρχειν ἑαυτοῦ, καὶ μὴ τῷ πλούτῳ καὶ τῇ δόξῃ φερόμενον ὑπερήφανον καὶ ἄσχημόν τι ἐπιθυμῆσαι, εἰ καλῶς λογίζοιο. πάντα γάρ σοι πάρεστιν ὡς οὐδέν. ὁ θεὸς δὲ ἀπροσδεής ἐστι καὶ ἐπιεικής. καὶ σὺ καθόσον ἄνθρωπος ἐννόει, καὶ μὴ πολλῶν ὀρέγου, τῶν δὲ ἱκανῶν πρὸς τὸ βασιλεύειν.
212 Κατεπαινέσας δὲ αὐτόν, ἐπηρώτα τὸν ἕτερον Πῶς ἂν τὰ κάλλιστα διαλογίζοιτο; ἀπεκρίθη δὲ ἐκεῖνος Εἰ τὸ δίκαιον ἐπὶ παντὸς προβάλλοι συνεχῶς, καὶ νομίζοι τὴν ἀδικίαν τοῦ ζῇν στέρησιν εἶναι· καὶ γὰρ ὁ θεὸς διὰ παντὸς τοῖς δικαίοις ἀγαθὰ προσημαίνει μέγιστα. 213 Τοῦτον δὲ ἐπαινέσας εἶπε πρὸς τὸν ἑξῆς Πῶς ἂν ἐν τοῖς ὕπνοις ἀτάραχος εἴη; ὁ δὲ ἔφη Δυσαπολόγητον ἠρώτηκας πρᾶγμα. συναναφέρειν γὰρ οὐ δυνάμεθα ἐν τούτοις τοῖς κατὰ τὸν ὕπνον ἑαυτούς, ἀλλὰ περιεχόμεθα ἀλογίστῳ κατὰ {τάδε} αἰσθήσει. 214 πάσχομεν γὰρ κατὰ τὴν ψυχὴν ἐπὶ τοῖς ὑποπίπτουσιν ὡς θεωρουμένους· ἀλογιστοῦμεν δέ, καθόσον ὑπολαμβάνομεν καὶ ἐπὶ πέλαγος καὶ ἐν πλοίοις ἢ πολεῖν, ἢ πέτασθαι φερομένους καὶ διαίρειν εἰς ἑτέρους τόπους, καὶ τοιαῦτα ἕτερα, καὶ ὁ ταῦθ᾽ ὑπολαμβάνων μὴ καθεστάναι.
Page 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182