131 διαστειλάμενος οὖν τὰ τῆς εὐσεβείας καὶ δικαιοσύνης πρῶτον ὁ νομοθέτης ἡμῶν, καὶ διδάξας ἕκαστα περὶ τούτων, οὐκ ἀπαγορευτικῶς μόνον ἀλλ᾽ ἐνδεικτικῶς, καὶ τὰς βλάβας προδήλους καὶ τὰς ὑπὸ τοῦ θεοῦ γινομένας ἐπιπομπὰς τοῖς αἰτίοις— 132 προϋπέδειξε γὰρ πάντων πρῶτον, ὅτι μόνος ὁ θεός ἐστι, καὶ διὰ πάντων ἡ δύναμις αὐτοῦ φανερὰ γίνεται, πεπληρωμένου παντὸς τόπου τῆς δυναστείας, καὶ οὐθὲν αὐτὸν λανθάνει τῶν ἐπὶ γῆς γινομένων ὑπ᾽ ἀνθρώπων κρυφίως, ἀλλ᾽ ὅσα ποιεῖ τις αὐτῷ φανερὰ καθέστηκε, καὶ τὰ μέλλοντα γίνεσθαι— 133 ταῦτ᾽ οὖν ἐξεργαζόμενος ἀκριβῶς καὶ πρόδηλα θεὶς ἔδειξεν ὅτι, κἂν ἐννοηθῇ τις κακίαν ἐπιτελεῖν, οὐκ ἂν λάθοι, μὴ ὅτι καὶ πράξας, διὰ πάσης τῆς νομοθεσίας τὸ τοῦ θεοῦ δυνατὸν ἐνδεικνύμενος. 134 ποιησάμενος οὖν τὴν καταρχὴν ταύτην, καὶ δείξας ὅτι πάντες οἱ λοιποὶ παρ᾽ ἡμᾶς ἄνθρωποι πολλοὺς θεοὺς εἶναι νομίζουσιν, αὐτοὶ δυναμικώτεροι πολλῷ καθεστῶτες ὧν σέβονται ματαίως— 135 ἀγάλματα γὰρ ποιήσαντες ἐκ λίθων καὶ ξύλων, εἰκόνας φασὶν εἶναι τῶν ἐξευρόντων τι πρὸς τὸ ζῇν αὐτοῖς χρήσιμον, οἷς προσκυνοῦσι, παρὰ πόδας ἔχοντες τὴν ἀναισθησίαν. 136 εἴ τι γὰρ κατ᾽ ἐκεῖνό τις {θεὸς εἴη}, κατὰ τὴν ἐξεύρεσιν, παντελῶς ἀνόητον· τῶν γὰρ ἐν τῇ κτίσει λαβόντες τινὰ συνέθηκαν καὶ προσυπέδειξαν εὔχρηστα, τὴν κατασκευὴν αὐτῶν οὐ ποιήσαντες αὐτοί· διὸ κενὸν καὶ μάταιον τοὺς ὁμοίους ἀποθεοῦν.
137 καὶ γὰρ ἔτι καὶ νῦν εὑρεματικώτεροι καὶ πολυμαθέστεροι τῶν ἀνθρώπων τῶν πρίν εἰσι πολλοί, καὶ οὐκ ἂν φθάνοιεν αὐτοὺς προσκυνοῦντες. καὶ νομίζουσιν οἱ ταῦτα διαπλάσαντες καὶ μυθοποιήσαντες τῶν Ἑλλήνων οἱ σοφώτατοι καθεστάναι. 138 τῶν γὰρ ἄλλων πολυματαίων τί δεῖ καὶ λέγειν, Αἰγυπτίων τε καὶ τῶν παραπλησίων, οἵτινες ἐπὶ θηρία καὶ τῶν ἑρπετῶν τὰ πλεῖστα καὶ κνωδάλων τὴν ἀπέρεισιν πεποίηνται, καὶ ταῦτα προσκυνοῦσι, καὶ θύουσι τούτοις καὶ ζῶσι καὶ τελευτήσασι;—
Page 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182