103 μετὰ ἀκριβείας δὲ πολλῆς εἶχον, εἰ καί τις ἐπιταγὴ γένοιτο διὰ τοῦ προκαθηγουμένου πρὸς θεωρίαν εἰσδέξασθαί τινας· οἷον καὶ καθ᾽ ἡμᾶς ἐγεγόνει. μόλις γὰρ ἀνόπλους ὄντας ἡμᾶς δύο παρεδέξαντο πρὸς τὸ κατανοῆσαι τὰ τῶν θυσιῶν. 104 ἔλεγον δὲ καὶ δι᾽ ὅρκων πεπιστῶσθαι τὸ τοιοῦτον· τοὺς γὰρ πάντας ὀμωμοκέναι, κατ᾽ ἀνάγκην {ἐπιτελουμένους} θείως τὸ κατὰ τὸν ὁρισμὸν πρᾶγμα, ὄντας πεντακοσίους μὴ παραδέξασθαι πλεῖον ἀνθρώπων πέντε κατὰ τὸ αὐτό· τοῦ γὰρ ἱεροῦ τὴν πᾶσαν εἶναι φυλακὴν τὴν ἄκραν· καὶ τὸν καταβαλλόμενον αὐτὴν τὴν προφυλακὴν τῶν εἰημένων οὕτως ἠσφαλίσθαι. 105 τῆς δὲ πόλεώς ἐστι τὸ χύμα συμμέτρως ἔχον, οἷον τεσσαράκοντα σταδίων ὄντος τοῦ περιβόλου, καθόσον εἰκάσαι δυνατόν. ἔχει δὲ τὴν τῶν πύργων θέσιν θεατροειδῆ, καὶ φαινομένων διόδων—τῶν ὑποκειμένων, τῶν δ᾽ ἐπάνωθεν—{εἰθισμένως}—, καὶ τὰς διὰ τούτων διεξόδους. ἀνάκλασιν γὰρ ἔχει τὰ τῶν τόπων, ὡς ἂν ἐπ᾽ ὄρους τῆς πόλεως ῴκοδομημένης. εἰσὶ δὲ καὶ διαβάθραι πρὸς τὰς διόδους. 106 οἱ μὲν γὰρ μετέωροι τὴν ὁδείαν, οἱ δ᾽ ὑπ᾽ αὐτὰς ποιοῦνται, καὶ μάλιστα διεστηκότες τῆς ὁδείας, διὰ τοὺς ἐν ταῖς ἁγνείαις ὄντας, ὅπως μηδενὸς θιγγάνωσιν ὧν οὐ δέον ἐστίν.
107 οὐκ ἀλόγως δὲ τὴν πόλιν συμμετρίᾳ καθηκούσῃ κατεσκεύασαν οἱ πρῶτοι, σοφῶς δὲ ἐπινοήσαντες. τῆς γὰρ χώρας πολλῆς οὔσης καὶ καλῆς, καί τινων μὲν πεδινῶν, τῶν κατὰ τὴν Σαμαρεῖτιν λεγομένην, καὶ τῶν συναπτόντων τῇ τῶν Ἰδουμαίων χώρᾳ, τινῶν δὲ ὀρεινῶν, τῶν {συναπτόντων τῇ τῶν Ἰουδαίων χώρᾳ, χρὴ} πρὸς τὴν γεωργίαν καὶ τὴν ἐπιμέλειαν τῆς γῆς γίνεσθαι συνεχῶς, ἵνα καὶ διὰ τοῦτο οὗτοι τὴν εὐκαρπίαν ἔχωσιν· οὗ καὶ γινομένου γεωργεῖται {πάντα μετὰ} δαψιλείας πολλῆς ἐν πάσῃ τῇ προειρημένῃ χώρᾳ. 108 τῶν δὲ πόλεων ὅσαι μέγεθος ἔχουσι καὶ τὴν ἀκόλουθον εὐδαιμονίαν, ταύταις συμβέβηκεν εὐανδρεῖν, ἀμελεῖσθαι δὲ τῆς χώρας, πάντων ἐπὶ τὸ κατὰ ψυχὴν ἱλαροῦσθαι νενευκότων, καὶ τῇ κατασκευῇ πάντας ἀνθρώπους ἐπὶ τὰς ἡδονὰς εὐκαταφόρους εἶναι. 109 τοῦτο δὲ ἐγίνετο περὶ τὴν Ἀλεξάνδρειαν ὑπερβάλλουσαν πάσας τῷ μεγέθει καὶ εὐδαιμονίᾳ τὰς πόλεις. οἱ γὰρ ἀπὸ τῆς χώρας εἰς αὐτὴν ἀποξενούμενοι καταμένοντες ἐφ᾽ ἱκανὸν εἰς ἐλάττωσιν ἦγον τὰ τῆς ἐργασίας. 110 ὅθεν ὁ βασιλεύς, ἵνα μὴ καταμένωσι, προσέταξε μὴ πλέον εἴκοσιν ἡμερῶν παρεπιδημεῖν· καὶ τοῖς ἐπὶ τῶν χρειῶν ὁμοίως δι᾽ ἐγγράπτων διαστολὰς ἔδωκεν, ἐὰν ἀναγκαῖον ᾖ κατακαλέσαι, διακρίνειν ἐν ἡμέραις πέντε. 111 πρὸ πολλοῦ δὲ ποιούμενος καὶ χρηματιστὰς καὶ τοὺς τούτων ὑπηρέτας ἐπέταξε κατὰ νομούς, ὅπως μὴ πορισμὸν λαμβάνοντες οἱ γεωργοὶ καὶ προστάται τῆς πόλεως ἐλαττῶσι τὰ ταμιεῖα, λέγω δὲ τὰ τῆς γεωργίας πρόσφορα.
Page 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182