200 Ἐπιφωνησάντων δὲ πάντων καὶ κρότῳ σημηναμένων πρὸς τοὺς φιλοσόφους εἶπεν ὁ βασιλεὺς (οὐκ ὀλίγοι γὰρ παρῆσαν τούτοις) Οἴομαι διαφέρειν τοὺς ἄνδρας ἀρετῇ καὶ συνιέναι πλεῖον, οἵτινες ἐκ τοῦ καιροῦ τοιαύτας ἐρωτήσεις λαμβάνοντες, ὡς δέον ἐστὶν ἀποκέκρινται, πάντες ἀπὸ θεοῦ τοῦ λόγου τὴν καταρχὴν ποιούμενοι. 201 Μενέδημος δὲ ὁ Ἐρετριεὺς φιλόσοφος εἶπε Ναί, βασιλεῦ· προνοίᾳ γὰρ τῶν ὅλων διοικουμένων, καὶ ὑπειληφότων ὀρθῶς τοῦτο, ὅτι θεόκτιστόν ἐστιν ἄνθρωπος, ἀκολουθεῖ πᾶσαν δυναστείαν καὶ λόγου καλλονὴν ἀπὸ θεοῦ κατάρχεσθαι. 202 τοῦ δὲ βασιλέως ἐπινεύσαντος τὰ περὶ τούτων ἔληξεν, ἐτράπησαν δὲ πρὸς εὐφροσύνην. ἐπιλαβούσης δὲ τῆς ἑσπέρας τὸ συμπόσιον ἐλύθη.

203 Τῇ δὲ μετὰ ταῦτα πάλιν κατὰ τὴν αὐτὴν διάταξιν τὰ τῆς ἀναπτώσεως καὶ συμποσίας ἐπετελεῖτο. καθὸ δὲ ἐνόμιζεν ὁ βασιλεὺς εὔκαιρον εἶναι πρὸς τὸ πυνθάνεσθαί τι τῶν ἀνδρῶν, ἐπηρώτα τοὺς ἑξῆς τῶν ἀποκεκριμένων τῇ προτέρᾳ ἡμέρᾳ. 204 πρὸς τὸν ἑνδέκατον δὲ ἤρξατο τὴν κοινολογίαν ποιεῖσθαι· δέκα γὰρ ἦσαν οἱ ἠρωτημένοι τῇ προτέρᾳ. σιγῆς δὲ γενομένης ἐπυνθάνετο Πῶς ἂν πλούσιος διαμένοι; 205 βραχὺ δὲ ἐπισχὼν ὁ τὴν ἐρώτησιν ἐκδεχόμενος εἶπεν Εἰ μηδὲν ἀνάξιον τῆς ἀχῆς μηδὲ ἀσελγὲς πράσσοι, μηδὲ δαπάνῃ εἰς τὰ κενὰ καὶ μάταια συντελοῖ, τοὺς {δὲ} ὑποτεταγμένους εὐεργεσίᾳ πρὸς εὔνοιαν ἄγοι τὴν ἑαυτοῦ· καὶ γὰρ ὁ θεὸς πᾶσιν αἴτιος ἀγαθῶν ἐστιν, ᾧ κατακολουθεῖν ἀναγκαῖον.

206 Ἐπαινέσας δὲ ὁ βασιλεὺς τοῦτον ἕτερον ἐπηρώτα Πῶς ἂν τὴν ἀλήθειαν διατηροῖ; ὁ δὲ πρὸς τοῦτο ἀπεκρίθη Γινώσκων ὅτι μεγάλην αἰσχύνην ἐπιφέρει τὸ ψεῦδος πᾶσιν ἀνθρώποις, πολλῷ δὲ μᾶλλον τοῖς βασιλεῦσιν· ἐξουσίαν γὰρ ἔχοντες ὃ βούλονται πράσσειν, τίνος ἕνεκεν ἂν ψεύσαιντο; προσλαμβάνειν δὲ δεῖ τοῦτό σε, βασιλεῦ, διότι φιλαλήθης ὁ θεός ἐστιν. 207 Ἀποδεξάμενος δὲ εὖ μάλα καὶ τοῦτον ἐπιβλέψας εἶπεν Τί ἐστι σοφίας διδαχή; ὁ δὲ ἕτερος ἀπεφήνατο Καθὼς οὐ βούλει σεαυτῷ τὰ κακὰ παρεῖναι, μέτοχος δὲ τῶν ἀγαθῶν ὑπάρχειν ἁπάντων, εἰ πράσσοις τοῦτο πρὸς τοὺς ὑποτεταγμένους καὶ τοὺς ἁμαρτάνοντας, εἰ τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνθρώπων ἐπιεικέστερον νουθετοῖς· καὶ γὰρ ὁ θεὸς τοὺς ἀνθρώπους ἅπαντας ἐπιεικείᾳ ἄγει.