312 Προσφωνηθέντων δὲ καὶ τούτων τῷ βασιλεῖ μεγάλως ἐχάρη· τὴν γὰρ πρόθεσιν, ἣν εἴχεν, ἀσφαλῶς ἔδοξε τετελειῶσθαι. παρανεγνώσθη δὲ αὐτῷ καὶ πάντα, καὶ λίαν ἐξεθαύμασε τὴν τοῦ νομοθέτου διάνοιαν. καὶ πρὸς τὸν Δημήτριον εἶπε Πῶς τηλικούτων συντετελεσμένων οὐδεὶς ἐπεβάλετο τῶν ἱστορικῶν ἢ ποιητῶν ἐπιμνησθῆναι; 313 ἐκεῖνος δὲ ἔφη Διὰ τὸ σεμνὴν εἶναι τὴν νομοθεσίαν καὶ διὰ θεοῦ γεγονέναι· καὶ τῶν ἐπιβαλλομένων τινὲς ὑπὸ τοῦ θεοῦ πληγέντες τῆς ἐπιβολῆς ἀπέστησαν. 314 καὶ γὰρ ἔφησεν ἀκηκοέναι Θεοπόμπου, διότι μέλλων τινὰ τῶν προηρμηνευμένων ἐπισφαλέστερον ἐκ τοῦ νόμου προσιστορεῖν ταραχὴν λάβοι τῆς διανοίας πλεῖον ἡμερῶν τριάκοντα· κατὰ δὲ τὴν ἄνεσιν ἐξιλάσκεσθαι τὸν θεόν, σαφὲς αὐτῷ γενέσθαι, τίνος χάριν τὸ συμβαῖνόν ἐστι.
315 δι᾽ ὀνείρου δὲ σημανθέντος, ὅτι τὰ θεῖα βούλεται περιεργασάμενος εἰς κοινοὺς ἀνθρώπους ἐκφέρειν, ἀποσχόμενον δὲ οὕτως ἀποκαταστῆναι. 316 καὶ παρὰ Θεοδέκτου δὲ τοῦ τῶν τραγῳδιῶν ποιητοῦ μετέλαβον ἐγώ, διότι παραφέρειν μέλλοντός τι τῶν ἀναγεγραμμένων ἐν τῇ βίβλῳ πρός τι δρᾶμα τὰς ὄψες ἀπεγλαυκώθη· καὶ λαβὼν ὑπόνοιαν, ὅτι διὰ τοῦτ᾽ αὐτῷ τὸ σύμπτωμα γέγονεν, ἐξιλασάμενος τὸν θεὸν ἐν πολλαῖς ἡμέραις ἀποκατέστη. 317 Μεταλαβὼν δὲ ὁ βασιλεύς, καθὼς προεῖπον, περὶ τούτων τὰ παρὰ τοῦ Δημητρίου, προσκυνήσας ἐκέλευσε μεγάλην ἐπιμέλειαν ποιεῖσθαι τῶν βιβλίων καὶ συντηρεῖν ἁγνῶς.
318 παρακαλέσας δὲ καὶ τοὺς ἑρμηνεῖς, ἵνα παραγίνωνται πυκνότερον πρὸς αὐτόν, ἐὰν ἀποκατασταθῶσιν εἰς τὴν Ἰουδαίων,—δίκαιον γὰρ εἶπε τὴν ἐκπομπὴν αὐτῶν γενέσθαι· παραγενηθέντες δέ, ὡς θέμις, ἕξειν αὐτοὺς φίλου·, καὶ {πολυωρία} τῆς μεγίστης τεύξεσθαι παρ᾽ αὐτοῦ. 319 τὰ δὲ πρὸς τὴν ἐκπομπὴν αὐτῶν ἐκέλευσεν ἑτοιμάζειν, μεγαλομερῶς τοῖς ἀνδράσι χρησάμενος. ἑκάστῳ γὰρ στολὰς ἔδωκε τῶν κρατίστων τρεῖς καὶ χρυσίου τάλαντα δύο καὶ κυλίκιον ταλάντου καὶ τρικλίνου πᾶσαν κατάστρωσιν. 320 ἔπεμψε δὲ καὶ τῷ Ἐλεαζάρῳ μετὰ τῆς ἐκπομπῆς αὐτῶν ἀργυρόποδας κλίνας δέκα καὶ τὰ ἀκόλουθα πάντα καὶ κυλίκιον ταλάντων τριάκοντα καὶ στολὰς δέκα καὶ πορφύραν καὶ στέφανον διαπρεπῆ καὶ βυσσίνων ὀθονίων ἱστοὺς ἑκατὸν καὶ φιάλας καὶ τρυβλία καὶ κρατῆρας χρυσοῦς δύο πρὸς ἀνάθεσιν.
Page 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182