171 καὶ περὶ τούτων οὖν νομίζω τὰ τῆς ὁμιλίας ἄξια λόγου καθεστάναι· διὸ τὴν σεμνότητα καὶ φυσικὴν διάνοιαν τοῦ νόμου προῆγμαι διασαφῆσαί σοι, Φιλόκρατες, δι᾽ ἣν ἔχεις φιλομάθειαν. 172 Ὁ δὲ Ἐλεάζαρος ποιησάμενος θυσίαν καὶ τοὺς ἄνδρας ἐπιλέξας καὶ πολλὰ δῶρα τῷ βασιλεῖ κατασκευάσας προέπεμψεν ἡμᾶς μετὰ ἀσφαλείας πολλῆς. 173 ὡς δὲ παρεγενήθημεν εἰς Ἀλεξάνδρειαν, προσηγγέλη τῷ βασιλεῖ περὶ τῆς ἀφίξεως ἡμῶν. {παρειμένοι} δ᾽ εἰς τὴν αὐλὴν Ἀνδρέας τε καὶ ἐγώ, φιλοφρόνως ἠσπασάμεθα τὸν βασιλέα καὶ τὰς ἐπιστολὰς ἀποδεδώκαμεν τὰς παρὰ τοῦ Ἐλεαζάρου.

174 περὶ πολλοῦ δὲ ποιούμενος τοῖς ἀπεσταλμένοις ἀνδράσιν ἐντυχεῖν, ἐκέλευσε τοὺς λοιποὺς πάντας ἀπολῦσαι τοὺς ἐπὶ τῶν χρειῶν, καλεῖν δὲ τοὺς ἀνθρώπους. 175 οὗ πᾶσι παραδόξου φανέντος—διὰ τὸ κατὰ ἔθος εἶναι, πεμπταίους εἰς πρόσωπον ἔρχεσθαι βασιλεῖ τοὺς περὶ χρήσιμον ἀφικνουμένους, τοὺς δὲ παρὰ βασιλέων ἢ πόλεων ἐν ὑπεροχαῖς μόλις ἐν τριάκοντα εἰς τὴν αὐλὴν παρίεσθαι—τοὺς δὲ ἥκοντας τιμῆς καταξιῶν μείζονος, καὶ τὴν ὑπεροχὴν κρίνων τοῦ πέμψαντος, ἀπολύσας οὓς ἐνόμιζε περισσούς, ὑπέμενε περιπατῶν, ἕως ἂν παραγινομένους ἀσπάσηται.

176 παρελθόντων δὲ σὺν τοῖς ἀπεσταλμένοις δώροις καὶ ταῖς διαφόροις διφθέραις, ἐν αἷς ἡ νομοθεσία γεγραμμένη χρυσογραφίᾳ τοῖς Ἰουδαϊκοῖς γράμμασι, θαυμασίως {εἰργασμένου τοῦ ὑμένος}, καὶ τῆς πρὸς ἄλληλα συμβολῆς ἀνεπαισθήτου κατεσκευασμένης, ὡς εἶδεν ὁ βασιλεὺς τοὺς ἄνδρας, ἐπηρώτα περὶ τῶν βιβλίων. 177 ὡς δὲ ἀπεκάλυψαν τὰ τῶν ἐνειλημάτων καὶ τοὺς ὑμένας ἀνείλιξαν, πολὺν ἐπιστὰς χρόνον καὶ προσκυνήσας σχεδὸν ἑπτάκις εἶπεν Εὐχαριστοῦ μέν, ἄνδρες, ὑμῖν, τῷ δ᾽ ἀποστείλαντι μᾶλλον, μέγιστον δὲ τῷ θεῷ, οὗτινός ἐστι τὰ λόγια ταῦτα.

178 ὁμοθυμαδὸν δὲ πάντων εἰπόντων ὑπὸ μίαν φωνήν, τῶν τε παραγεγονόντων καὶ τῶν συμπαρόντων, Εὖ βασιλεῦ, προήχθη δακρῦσαι τῇ χαρᾷ πεπληρωμένος. ἡ γὰρ τῆς ψυχῆς ἔντασις καὶ τὸ τῆς τιμῆς ὑπερτεῖνον δακρύειν ἀναγκάζει κατὰ τὰς ἐπιτυχίας. 179 κελεύσας δὲ εἰς τάξιν ἀποδοῦναι τὰ τεύχη, τὸ τηνικαῦτα ἀσπασάμενος τοὺς ἄνδρας εἶπεν Δίκαιον ἦν, θεοσεβεῖς ἄνδρες, ὧν χάριν ὑμᾶς μετεπεμψάμην, ἐκείνοις πρῶτον σεβασμὸν ἀποδοῦναι, μετὰ ταῦτα τὴν δεξιὰν ὑμῖν προτεῖναι· διὸ πεποίηκα τοῦτο πρῶτον.