286 Εὐαρεστήσας δὲ τοῖς προειρημένοις πρὸς τὸν ἔνατον εἶπε Πῶς δεῖ διὰ τῶν συμποσίων διεξάγειν; ὁ δὲ ἔφησε Παραλαμβάνοντα τοὺς φιλομαθεῖς καὶ δυναμένους ὑπομιμνήσκειν τὰ {χρήσιμα τῇ βασιλείᾳ} καὶ τοῖς τῶν ἀρχομένων βίοις—ἐμμελέστερον ἢ μουσικώτερον οὐκ ἂν εὕροις τι τούτων· 287 οὗτοι γὰρ θεοφιλεῖς εἰσι πρὸς τὰ κάλλιστα πεπαιδευκότες τὰς διανοίας—καθὼς καὶ σὺ τοῦτο πράσσεις, ὡς ἂν ὑπὸ θεοῦ σοι κατευθυνομένων ἅπαντων.

288 Διαχυθεὶς δὲ ἐπὶ τοῖς εἰρημένοις, ἐπυνθάνετο τοῦ μετέπειτα Τί κάλλιστόν ἐστι τοῖς ὄχλοις, ἐξ ἰδιώτου βασιλέα κατασταθῆναι {ἐπ᾽} αὐτῶν, ἢ ἐκ βασιλέως βασιλέα; ἐκεῖνος δὲ ἔφη Τὸ ἄριστον τῇ φύσει. 289 καὶ γὰρ ἐκ βασιλέων βασιλεῖς γινόμενοι πρὸς τοὺς ὑποτεταγμένους ἀνήμεροί τε καὶ σκληροὶ καθίστανται· πολλῷ δὲ μᾶλλον καί τινες τῶν ἰδιωτῶν καὶ κακῶν πεπειραμένοι καὶ πενίας μετεσχηκότες ἄρξαντες ὄχλων χαλεπώτεροι τῶν ἀνοσίων τυράννων ἐξέβησαν.

290 ἀλλὰ ὡς προεῖπον, ἦθος χρηστὸν καὶ παιδείας κεκοινωνηκὸς δυνατὸν ἄρχειν ἐστί· καθὼς σὺ βασιλεὺς μέγας ὑπάρχεις, οὐ τοσοῦτον τῇ δόξῃ τῆς ἀρχῆς καὶ πλούτῳ προσχών, ὅσον ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ πάντας ἀνθρώπους ὑπερῆρκας τοῦ θεοῦ σοι δεδωρημένου ταῦτα. 291 Ἐπὶ πλείονα χρόνον καὶ τοῦτον ἐπαινέσας τὸν ἐπὶ πᾶσιν ἠρώτα Τί μέγιστόν ἐστι βασιλείας; πρὸς τοῦτο εἶπε Τὸ διὰ παντὸς ἐν εἰρήνῃ καθεστάναι τοὺς ὑποτεταγμένους, καὶ κομίζεσθαι τὸ δίκαιον ταχέως ἐν ταῖς διακρίσεσι.

292 ταῦτα δὲ γίνεται διὰ τὸν ἡγούμενον, ὅταν μισοπόνηρος ᾖ καὶ φιλάγαθος καὶ περὶ πολλοῦ ποιούμενος ψυχὴν ἀνθρώπου σώζειν· καθὼς καὶ σὺ μέγιστον κακὸν ἥγησαι τὴν ἀδικίαν, δικαίως δὲ πάντα κυβερνῶν ἀένναον τὴν περὶ σεαυτὸν δόξαν κατεσκευάσας, τοῦ θεοῦ σοι διδόντος ἔχειν ἁγνὴν καὶ ἀμιγῆ παντὸς κακοῦ τὴν διάνοιαν. 293 Καταλήξαντος δὲ τούτου κατερράγη κρότος μετὰ φωνῆς καὶ χαρᾶς ἐπὶ πλείονα χρόνον. ὡς δὲ ἐπαύσατο, ὁ βασιλεὺς λαβὼν ποτήριον ἐπεχέατο καὶ τῶν παρόντων ἁπάντων καὶ τῶν εἰρημένων λόγων. ἐπὶ πᾶσι δὲ εἶπε Τὰ μέγιστά μοι γέγονεν ἀγαθὰ παραγενηθέντων ὑμῶν·