280 Εἰπὼν δὲ καὶ τοῦτον καλῶς λέγειν τὸν ἐχόμενον ἠρώτα Τίνας δεῖ καθιστάνειν στρατηγούς; ὃς δὲ εἶπεν Ὅσοι μισοπονηρίαν ἔχουσι, καὶ τὴν ἀγωγὴν αὐτοῦ μιμούμενοι, πρὸς τὸ διὰ παντὸς εὐδοξίαν ἔχειν αὐτούς, τὰ δίκαια πράσσουσι· καθὼς σὺ τοῦτο ἐπιτελεῖς, εἶπε, μέγιστε βασιλεῦ, θεοῦ σοι στέφανον δικαιοσύνης δεδωκότος. 281 Ἀποδεξάμενος δὲ αὐτὸν μετὰ φωνῆς ἐπὶ τὸν ἐχόμενον ἐπιβλέψας εἶπε Τίνας δεῖ καθιστάνειν ἐπὶ τῶν δυνάμεων ἄρχοντας; ὁ δὲ ἀπεφήνατο Τοὺς ἀνδρείᾳ διαφέροντας καὶ δικαιοσύνῃ, καὶ περὶ πολλοῦ ποιουμένους τὸ σώζειν τοὺς ἄνδρας ἢ τὸ νικᾷν, τῷ θράσει {παραβάλλοντας} τὸ ζῇν. ὡς γὰρ ὁ θεὸς εὖ ἐργάζεται πᾶσι, καὶ σὺ τοῦτον μιμούμενος εὐεργετεῖς τοὺς ὑπὸ σεαυτόν.
282 Ὁ δὲ ἀποκεκρίσθαι φήσας αὐτὸν εὖ, ἄλλον ἠρώτα Τίνα θαυμάζειν ἄξιόν ἐστιν ἄνθρωπον; ὁ δὲ ἔφη Τὸν κεχορηγημένον δόξῃ καὶ πλούτῳ καὶ δυνάμει, καὶ ψυχὴν ἴσον πᾶσιν ὄντα· καθὼς σὺ τοῦτο ποιῶν ἀξιοθαύμαστος εἶ τοῦ θεοῦ σοι διδόντος εἰς ταῦτα τὴν ἐπιμέλειαν. 283 Ἐπιφωνήσας δὲ καὶ τούτῳ πρὸς τὸν ἕτερον εἶπεν Ἐν τίσι δεῖ πράγμασι τοὺς βασιλεῖς τὸν πλείω χρόνον διάγειν; ὁ δὲ εἶπεν Ἐν ταῖς ἀναγνώσεσι καὶ ἐν ταῖς τῶν πορειῶν ἀπογραφαῖς διατρίβειν, ὅσαι πρὸς τὰς βασιλείας ἀναγεγραμμέναι τυγχάνουσι πρὸς ἐπανόρθωσιν καὶ διαμονὴν ἀνθρώπων. ὃ σὺ πράσσων ἀνέφικτον ἄλλοις δόξαν κέκτησιν θεοῦ σοι τὰ βουλήματα συντελοῦντος.
284 Ἐνεργῶς δὲ καὶ τοῦτον προσειπὼν ἕτερον ἠρώτα Τίνας δεῖ ποιεῖσθαι τὰς διαγωγὰς ἐν ταῖς ἀνέσεσι καὶ ῥᾳθυμίαις; ὁ δὲ ἔφη Θεωρεῖν ὅσα {παίζεται} μετὰ περιστολῆς καὶ πρὸ ὀφθαλμῶν τιθέναι τὰ τοῦ βίου μετ᾽ εὐσχημοσύνης καὶ καταστολῆς γινόμενα {βίῳ συμφέρον καὶ καθῆκον}. ἔνεστι γὰρ καὶ ἐν τούτοις ἐπισκευή τις. 285 πολλάκις γὰρ καὶ ἐκ τῶν ἐλαχίστων αἱρετόν τι δείκνυται. σὺ δὲ πᾶσαν ἠσκηκὼς καταστολὴν διὰ τῶν ἐνεργεῖν φιλοσοφεῖς διὰ καλοκἀγαθίαν ὑπὸ θεοῦ τιμώμενος.
Page 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182