256 Κατωρθωκέναι δὲ καὶ τοῦτον εἰπὼν ἄλλον ἠρώτα Τί ἐστι φιλοσοφία; Τὸ καλῶς διαλογίζεσθαι πρὸς ἕκαστον τῶν συμβαινόντων, ἀπεφήνατο, καὶ μὴ ἐκφέρεσθαι ταῖς ὁρμαῖς, ἀλλὰ τὰς βλάβας καταμελετᾷν τὰς ἐκ τῶν ἐπιθυμιῶν ἐκβαινούσας, καὶ τὰ πρὸς τὸν καιρὸν πράσσειν δεόντως μετριοπαθῆ καθεστῶτα. ἵνα δ᾽ ἐπίστασιν τούτων λαμβάνωμεν, θεραπεύειν δεῖ τὸν θεόν. 257 Ἐπισημήνας δὲ καὶ τοῦτον ἕτερον ἠρώτα Πῶς ἂν ἀποδοχῆς {ἐν ξενιτείᾳ} τυγχάνοι; Πᾶσιν ἴσος γινόμενος, ἔφη, καὶ μᾶλλον ἥττων ἢ καθυπερέχων φαινόμενος πρὸς οὓς ξενιτεύει. κοινῶς γὰρ ὁ θεὸς τὸ ταπεινούμενον προσδέχεται κατὰ φύσιν, καὶ τὸ τῶν ἀνθρώπων γένος τοὺς ὑποτασσομένους φιλανθρωπεῖ. 258 Ἐπιμαρτυρήσας δὲ τούτοις ἄλλον ἠρώτα Πῶς {ἃ} ἂν κατασκευάσῃ καὶ μετὰ τοῦτο διαμένῃ; πρὸς τοῦτ᾽ εἶπεν Εἰ μεγάλα καὶ σεμνὰ ταῖς ποιήσεσιν ἐπιτελοῖ, πρὸς τὸ φείσασθαι τοὺς θεωροῦντας διὰ τὴν καλλονήν, καὶ μηθένα τῶν κατεργαζομένων τὰ τοιαῦτα παραπέμποι, μηδὲ τοὺς ἄλλους ἀμισθὶ συντελεῖν ἀναγκάζοι τὰ πρὸς τὴν χρείαν.

259 διανοούμενος γὰρ ὡς θεὸς πολυωρεῖ τὸ τῶν ἀνθρώπων γένος, χορηγῶν αὐτοῖς καὶ ὑγείαν καὶ εὐαισθησίαν καὶ τὰ λοιπά, καὶ αὐτὸς ἀκόλουθόν τι πράξει τῶν κακοπαθειῶν ἀποδιδοὺς τὴν ἀντάμειψιν. τὰ γὰρ ἐκ δικαιοσύνης τελούμενα, ταῦτα καὶ διαμένει. 260 Εὖ δὲ καὶ τοῦτον εἰρηκέναι φήσας τὸν δέκατον ἠρώτα Τί ἐστι σοφίας καρπός; ὁ δὲ εἶπε Τὸ μὴ συνιστορεῖν ἑαυτῷ κακὸν πεπραχότι, τὸν δὲ βίον ἐν ἀληθείᾳ διεξάγειν. 261 ἐκ τούτων γὰρ κρατίστη χαρὰ καὶ ψυχῆς εὐστάθειά σοι γίνεται, μέγιστε βασιλεῦ, καὶ ἐλπίδες ἐπὶ θεῷ καλαὶ κρατοῦντί σοι τῆς ἀρχῆς εὐσεβῶς. Ὡς δὲ συνήκουσαν πάντες ἐπεφώνησαν σὺν κρότῳ πλείονι. καὶ μετὰ ταῦτα πρὸς τὸ προπιεῖν ὁ βασιλεὺς [λαμβάνειν] ἐτράπη, χαρᾷ πεπληρωμένος.

262 Τῇ δ᾽ ἑξῆς καθὼς πρότερον ἡ διάταξις ἦν τῶν κατὰ τὸν πότον ἐπιτελουμένων, καιροῦ δὲ γενομένου τοὺς ἀπολιπόντας ὁ βασιλεὺς ἐπηρώτα. πρὸς τὸν πρῶτον δὲ ἔφη Πῶς ἂν μὴ τραπείη τις εἰς ὑπερηφανίαν; 263 ἀπεκρίθη δὲ Εἰ τὴν ἰσότητα τηροῖ, καὶ παρ᾽ ἕκαστον ἑαυτὸν ὑπομιμνήσκοι, καθὼς ἄνθρωπος ὢν ἀνθρώπων ἡγεῖται. καὶ ὁ θεὸς τοὺς ὑπερηφάνους καθαιρεῖ, τοὺς δὲ ἐπιεικεῖς καὶ ταπεινοὺς ὑψοῖ. 264 Παρακαλέσας δὲ αὐτὸν τὸν ἑξῆς ἐπηρώτα Τίσι δεῖ συμβούλοις χρῆσθαι; τοῖς διὰ πολλῶν, ἔφη, πεπειραμένοις πραγμάτων καὶ τὴν εὔνοιαν συντηροῦσιν ἀκέραιον πρὸς αὐτὸν καὶ τῶν τρόπων ὅσοι μετέχουσιν αὐτῷ. θεοῦ ἐπιφάνεια γίνεται πρὸς τὰ τοιαῦτα τοῖς ἀξίοις.