139 συνθεωρήσας οὖν ἕκαστα σοφὸς ὢν ὁ νομοθέτης, ὑπὸ θεοῦ κατεσκευασμένος εἰς ἐπίγνωσιν τῶν ἁπάντων, περιέφραξεν ἡμᾶς ἀδιακόποις χάραξι καὶ σιδηροῖς τείχεσιν, ὅπως μηθενὶ τῶν ἄλλων ἐθνῶν ἐπιμισγώμεθα κατὰ μηδέν, ἁγνοὶ καθεστῶτες κατὰ σῶμα καὶ κατὰ ψυχήν, ἀπολελυμένοι ματαίων δοξῶν, τὸν μόνον θεὸν καὶ δυνατὸν σεβόμενοι παρ᾽ ὅλην τὴν πᾶσαν κτίσιν.

140 ὅθεν οἱ Αἰγυπτίων καθηγεμόνες ἱερεῖς, ἐγκεκυφότες εἰς πολλὰ καὶ μετεσχηκότες πραγμάτων, ἀνθρώπους θεοῦ προσονομάζουσιν ἡμᾶς· ὃ τοῖς λοιποῖς οὐ πρόσεστιν, εἰ μή τις σέβεται τὸν κατὰ ἀλήθειαν θεόν, ἀλλ᾽ εἰσὶν ἄνθρωποι βρωτῶν καὶ ποτῶν καὶ σκέπης· 141 ἡ γὰρ πᾶσα διάθεσις αὐτῶν ἐπὶ ταῦτα καταφεύγει. τοῖς δὲ παρ᾽ ἡμῶν ἐν οὐδενὶ ταῦτα λελόγισται, περὶ δὲ τῆς τοῦ θεοῦ δυναστείας δι᾽ ὅλου τοῦ ζῇν ἡ σκέψις αὐτοῖς 142 ὅπως οὖν μηθενὶ συναλισγούμενοι μηδ᾽ ὁμιλοῦντες φαύλοις διαστροφὰς λαμβάνωμεν, πάντοθεν ἡμᾶς περιέφραξεν ἁγνείαις καὶ διὰ βρωτῶν καὶ ποτῶν καὶ ἁφῶν καὶ ἀκοῆς καὶ ὁράσεως νομικῶς.

143 τὸ γὰρ καθόλου πάντα πρὸς τὸν φυσικὸν λόγον ὅμοια καθέστηκεν, ὑπὸ μιᾶς δυνάμεως οἰκονομούμενα, καὶ καθ᾽ ἓν ἕκαστον ἔχει λόγον βαθύν, ἀφ᾽ ὧν ἀπεχόμεθα κατὰ τὴν χρῆσιν, καὶ οἷς συγχρώμεθα. χάριν δὲ ὑποδείγματος ἕν ἢ δεύτερον ἐπιδραμών σοι σημανῶ. 144 Μὴ γὰρ εἰς τὸν καταπεπτωκότα λόγον ἔλθῃς, ὅτι μυῶν καὶ γαλῆς ἢ τῶν τοιούτων χάριν περιεργίαν ποιούμενος ἐνομοθέτει ταῦτα Μωϋσῆς· ἀλλὰ πρὸς ἁγνὴν ἐπίσκεψιν καὶ τρόπων ἐξαρτισμὸν δικαιοσύνης ἕνεκεν σεμνῶς πάντα ἀνατέτακται.

145 τῶν γὰρ πτηνῶν, οἷς χρώμεθα, πάντα ἥμερα καθέστηκε καὶ διαφέρει καθαριότητι, πυροῖς καὶ ὀσπρίοις χρώμενα πρὸς τὴν τροφήν, οἷον περιστεραὶ τρυγόνες ἀττακοὶ πέρδικες ἔτι δὲ χῆνες καὶ τὰ ἄλλα ὅσα τοιαῦτα. 146 περὶ ὧν δὲ ἀπηγόρευται πτηνῶν, εὑρήσεις ἄγριά τε καὶ σαρκοφάγα καὶ καταδυναστεύοντα τῇ περὶ ἑαυτὰ δυνάμει τὰ λοιπά, καὶ τὴν τροφὴν ἔχοντα δαπάνησεν τῶν προειρημένων ἡμέρων μετὰ ἀδικίας· οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ τοὺς ἄρνας καὶ ἐρίφους ἀναρπάζουσι, καὶ τοὺς ἀνθρώπους δὲ ἀδικοῦσι νεκρούς τε καὶ ζῶντας.