55 οὐ γὰρ ἕνεκεν σπάνεως χρυσοῦ τὰ προσυντετελεσμένα βραχύμετρα καθέστηκεν, ἀλλὰ φαίνεται πρός τινα λόγον, εἶπεν, οὕτως συνεστηκέναι τοῖς μέτροις. ἔτι γὰρ ἐπιταγῆς οὔσης οὐθὲν ἂν ἐσάνιζε· διόπερ οὐ παραβατέον οὐδὲ ὑπερθετέον τὰ καλῶς ἔχοντα. 56 τῇ μὲν οὖν ποικιλίᾳ τῶν τεχνῶν ἐκέλευσεν ὅτι μάλιστα χρήσασθαι, σεμνῶς ἅπαντα διανούμενος καὶ φύσιν ἔχων ἀγαθὴν εἰς τὸ συνιδεῖν πραγμάτων ἔμφασιν. ὅσα δ᾽ ἂν ᾖ ἄγραφα, πρὸς καλλονὴν ἐκέλευσε ποεῖν· ὅσα δὲ διὰ γραπτῶν, μέτρα αὐτοῖς κατακολουθῆσαι. 57 Δύο γὰρ πήχεων τὸ μῆκος, τὸ δὲ ὕψος πήχεος καὶ ἡμίσους συνετέλουν, χρυσίου δοκίμου στερεὰν πάντοθεν τὴν ποίησιν ἐργασάμενοι, λέγω δὲ οὐ περί τι περιεπτυγμένου τοῦ χρυσοῦ, τὸν δὲ ἐλασμὸν αὐτὸν ἐπιδεδέσθαι. 58 στεφάνην δὲ ἐποίησαν παλαιστιαίαν κυκλόθεν· τὰ δὲ κυμάτια στρεπτά, τὴν ἀναγλυφὴν ἔχοντα σχοινίδων ἔκτυπον, τῇ πορείᾳ θαυμαστῶς ἔχουσαν ἐκ τῶν τριῶν μερῶν· ἦν γὰρ τριγωνία. 59 καὶ καθ᾽ ἕκαστον μέρος ἡ διατύπωσις τῆς ἐνεργείας τὴν αὐτὴν διάθεσιν εἶχεν, ὥστε, καθ᾽ ὃ ἂν μέρος στρέφοιτο, τὴν πρόσοψιν εἶναι τὴν αὐτήν, κειμένου δὲ κατὰ τῆς στεφάνης τὸ μὲν εἰς αὐτὴν τὴν τράπεζαν ἀπόκλιμα τὴν διατύπωσιν ἔχειν τῆς ὡραιότητος, τὸ δὲ ἐκτὸς κλίμα πρὸς τὴν τοῦ προσάγοντος εἶναι θεωρίαν.

60 διὸ τὴν ὑπεροχὴν ὀξεῖαν εἶναι τῶν δύο κλιμάτων συνέβαινε, μετέωρον ἐπικειμένην, ὡς προειρήκαμεν, τριγώνου κατεσκευασμένου, καθ᾽ ὃ ἂν μέρος στρέφοιτο. λίθων τε πολυτελῶν ἐν αὐτῷ διαθέσεις ὑπῆρχον ἀνὰ μέσον τῶν σχοινίδων· ἕτερος παρὰ ἕτερον πλοκὴν εἶχον ἀμίμητον τῇ ποιήσει. 61 πάντες δ᾽ ἦσαν διὰ τρημάτων κατειλημμένοι χρυσαῖς περόναις πρὸς τὴν ἀσφάλειαν. ἐπὶ δὲ τῶν γωνιῶν αἱ κατακλεῖδες συνέσφιγγον πρὸς τὴν συνοχήν.

62 ἐκ πλαγίων δὲ κατὰ τὴν στεφάνην κυκλόθεν τὰ πρὸς τὴν ἄνω πρόσοψιν ῴοθεσία κατεσκεύαστο διάλιθος, ἐκτύπωσιν ἔχουσα προσοχῆς συνεχέσιν ἀναγλυφαῖς ῥαβδωταῖς, πυκνὴν ἐχούσαις τὴν πρὸς ἄλληλα θέσιν περὶ ὅλην τὴν τράπεζαν. 63 ὑπὸ δὲ τὴν ἐκτύπωσιν τῶν λίθων τῆς ῴοθεσίας, στέφανον ἐποίησαν οἱ τεχνῖται πάγκαρπον, ἐν ὑπεροχῇ προδήλως ἔχοντα βοτρύων καὶ σταχύων, ἔτι δὲ φοινίκων καὶ μήλων ἐλαίας τε καὶ ῥοῶν καὶ τῶν παραπλησίων. τοὺς δὲ λίθους ἐργασάμενοι πρὸς τὴν τῶν προειρημένων καρπῶν διατύπωσιν, ἔχοντας ἑκάστου γένους τὴν χρόαν, ἀνέδησαν τῷ χρυσίῳ κύκλῳ περὶ ὅλην τὴν τῆς τραπέζης κατασκευὴν κατὰ κρόταφον. 64 μετὰ δὲ τὴν τοῦ στεφάνου διάθεσιν, ὁμοίως κατὰ τὴν τῆς ῴοθεσίας διασκευὴν κατεσκεύαστο, καὶ τὰ λοιπὰ τῆς ῥαβδώσεως καὶ διαγλυφῆς, {διὰ} τὸ κατ᾽ ἀμφότερα τὰ μέρη τὴν τράπεζαν πρὸς τὴν χρῆσιν πεποιῆσθαι, καθ᾽ ὃ ἂν μέρος αἴρωνται, ὥστε καὶ τὴν τῶν κυμάτων θέσιν καὶ τὴν τῆς στεφάνης εἶναι κατὰ τὸ τῶν ποδῶν μέρος. 65 ἔλασμα γὰρ ἐποίησαν καθ᾽ ὅλου τοῦ πλάτους τῆς τραπέζης στερεὸν δακτύλων τεσσάρων, ὥστε τοὺς πόδας ἐνίεσθαι εἰς τοῦτο, περόνας {σὺν} κατακλεῖσιν ἔχοντας ἐσφίγχθαι κατὰ τὴν στεφάνην, ἵνα, καθ᾽ ὃ ἂν αἴρωνται μέρος, ἡ χρῆσις ᾖ· τοῦτο δὲ κατὰ ἐπιφάνειαν θεωρεῖται ἀμφοτεροδεξίου τῆς κατασκευῆς οὔσης.