180 μεγάλην δὲ τέθειμαι τὴν ἡμέραν ταύτην, ἐν ᾗ παραγεγόνατε, καὶ κατ᾽ ἐνιαυτὸν ἐπίσημος ἔσται πάντα τὸν τῆς ζωῆς ἡμῶν χρόνον· συντέτυχε γὰρ καὶ τὰ κατὰ τὴν νίκην ἡμῖν προσπεπτωκέναι τῆς πρὸς Ἀντίγονον ναυμαχίας. διὸ καὶ δειπνῆσαι σήμερον μεθ᾽ ὑμῶν βουλήσομαι. 181 πάντα {δ᾽ ὑμῖν}, εἶπε, παρέσται καθηκόντως, οἷς συγχρήσησθε, κἀμοὶ μεθ᾽ ὑμῶν. τῶν δὲ ἀσμενισάντων ἐκέλευσε καταλύματα δοθῆναι τὰ κάλλιστα πλησίον τῆς ἄκρας αὐτοῖς, καὶ τὰ κατὰ τὸ συμπόσιον ἑτοιμάζειν.

182 Ὁ δὲ {ἀρχεδέατρος} Νικάνωρ Δωρόθεον προσκαλεσάμενος, ὃς {ἦν} ἐπὶ τούτων ἀποτεταγμένος, ἐκέλευσε τὴν ἑτοιμασίαν εἰς ἕκαστον ἐπιτελεῖν. ἦν γὰρ οὕτω διατεταγμένον ὑπὸ τοῦ βασιλέων, ἃ μὲν ἔτι καὶ νῦν ὁρᾷς· ὅσαι γὰρ πόλεις εἰσίν, {αἳ τοῖς αὐτοῖς} συγχρῶνται πρὸς τὰ ποτὰ καὶ βρωτὰ καὶ στρωμνάς, τοσοῦτοι καὶ προεστῶτες ἦσαν· καὶ κατὰ τοὺς ἐθισμοὺς οὕτως ἐσκευάζετο, ὅταν παραγένοιντο πρὸς τοὺς βασιλεῖς, ἵνα κατὰ μηθὲν δυσχεραίνοντες ἱλαρῶς διεξάγωσιν· ὃ καὶ περὶ τούτους ἐγεγόνει.

183 προσεχέστατος γὰρ ὢν ἄνθρωπος ὁ Δωρόθεος εἶχε τὴν τῶν τοιούτων προστασίαν. συνέστρωσε δὲ πάντα τὰ δι᾽ αὐτοῦ χειριζόμενα, πρὸς τὰς τοιαύτας ὑποδοχὰς διαμεμερισμένα. διμερῆ τε ἐποίησε τὰ τῶν κλισμῶν, καθὼς προσέταξεν ὁ βασιλεύς· τοὺς γὰρ ἡμίσεις ἐκέλευσεν ἀνὰ χεῖρα κατακλῖναι, τοὺς δὲ λοιποὺς μετὰ τὴν ἑαυτοῦ κλισίαν, οὐδὲν ἐλλιπὼν εἰς τὸ τιμᾷν τοὺς ἄνδρας. 184 Ὡς δὲ κατεκλίθησαν, ἐκέλευσε τῷ Δωροθέῳ τοῖς ἐθισμοῖς οἷς χρῶνται πάντες οἱ παραγινόμενοι πρὸς αὐτὸν ἀπὸ τῆς Ἰουδαίας, οὕτως ἐπιτελεῖν. διὸ τοὺς ἱεροκήρυκας καὶ θύτας καὶ τοὺς ἄλλους, οἷς ἔθος ἦν τὰς κατευχὰς ποιεῖσθαι, παρῃτήσατο· τῶν δὲ παραγεγονότων σὺν ἡμῖν Ἐλισσαῖον ὄντα τῶν ἱερῶν πρεσβύτερον ποιήσασθαι κατευχήν, ὃς ἀξιολόγως στὰς εἶπε 185 Πληρώσαι σε, βασιλεῦ, πάντων τῶν ἀγαθῶν ὧν ἔκτισεν ὁ παντοκράτωρ θεός· καὶ δῴη σοι ταῦτ᾽ ἔχειν καὶ γυναικὶ καὶ τέκνοις καὶ τοῖς ὁμονοοῦσι πάντα ἀνέκλειπτα τὸν τῆς ζωῆς χρόνον.