94 πρὸς δὲ τὴν ἀνάπαυσιν τόπος αὐτοῖς ἐστὶν ἀποτεταγμένος, οὗ καθίζουσιν οἱ διαναπαυόμενοι. τούτου δὲ γινομένου, τῶν διαλελοιπότων ἐγείρονται πρόθυμοι, οὐδενὸς ἐπιτάσσοντος τὰ τῆς λειτουργίας. 95 ἥ τε πᾶσα σιγὴ καθέστηκεν, ὥστε ὑπολαμβάνειν, μηθ᾽ ἕνα ἄνθρωποι ἐν τῷ τόπῳ παρεῖναι, πρὸς τοὺς ἑπτακοσίους παρόντων τῶν λειτουργῶν—καὶ τῶν προσαγόντων δὲ τὰ θύματα πολύ τι πλῆθος—ἀλλὰ φόβῳ καὶ καὶ καταξίως μεγάλης θειότητος ἅπαντ᾽ ἐπιτελεῖται. 96 μεγάλην δὲ ἔκπληξιν ἡμῖν παρέσχεν, ὡς ἐθεασάμεθα τὸν Ἐλεάζαρον ἐν τῇ λειτουργίᾳ, τά τε τοῦ στολισμοῦ καὶ τῆς δόξης, ἣ συνίσταται διὰ τὴν ἔνδυσιν οὗ φορεῖ χιτῶνος καὶ τῶν περὶ αὐτὸν λίθων· χρυσοῖ γὰρ κώδωνες περὶ τὸν ποδήρη εἰσὶν αὐτοῦ, μέλους ἦχον ἀνιέντες ἰδιάζοντα· παρ᾽ ἑκάτερον δὲ τούτων ἄνθεσι πεποικιλμένοι ῥοΐσκοι, τῇ χρόᾳ θαυμασίως ἔχοντες. 97 κατέζωστο δὲ διαφόρῳ ζώνῃ διαπρεπεῖ, διυφασμένῃ καλλίστοις χρώμασιν. ἐπὶ δὲ τοῦ στήθους φορεῖ τὸ λεγόμενον λόγιον, ἐν ᾧ συνεσφιγμένοι λίθοι δεκαδύο, διαλλάσσοντες τοῖς γένεσι, χρυσῷ κεκολλημένοι, τὰ τῶν φυλάρχων ὀνόματα κατὰ τὴν ἐξ ἀρχῆς διάταξιν γενηθεῖσαν, ἀπαυγάζοντες ἕκαστος ἀνεξήγητον τῆς ἰδιότητος τὴν φυσικὴν χρόαν.

98 ἐπὶ δὲ τῆς κεφαλῆς ἔχει τὴν λεγομένην κίδαριν, ἐπὶ δὲ ταύτης τὴν ἀμίμητον μίτραν, τὸ καθηγιασμένον βασίλειον ἐκτυποῦν ἐπὶ πετάλῳ χρυσῷ γράμμασιν ἁγίοις ὄνομα τοῦ θεοῦ, κατὰ μέσον τῶν ὀφρύων, δόξῃ πεπληρωμένον, ὁ κριθεὶς ἄξιος τούτων ἐν ταῖς λειτουργίαις. 99 ἡ δὲ συμφάνεια τούτων ἐμποιεῖ φόβον καὶ ταραχήν, ὥστε νομίζειν εἰς ἕτερον ἐληλυθέναι ἐκτὸς τοῦ κόσμου· καὶ διαβεβαιοῦμαι, πάντα ἄνθρωπον προσελθόντα τῇ θεωρίᾳ τῶν προειρημένων εἰς ἔκπληξιν ἥξειν καὶ θαυμασμὸν ἀδιήγητον, μετατραπέντα τῇ διανοίᾳ διὰ τὴν περὶ ἕκαστον ἁγίαν κατασκευήν. 100 πρὸς γὰρ τὴν ἐπίγνωσιν ἁπάντων ἐπὶ τὴν παρακειμένην ἄκραν τῆς πόλεως ἀναβάντες ἐθεωροῦμεν· ἣ κεῖται μὲν ἐν ὑψηλοτάτῳ τόπῳ, πύργοις ἐξησφαλισμένη πλείοσι, μέχρι κορυφῆς εὐμήκεσι λίθοις ἀνῳκοδομημένων αὐτῶν, ὡς μεταλαμβάνομεν, πρὸς φυλακὴν τῶν περὶ τὸ ἱερὸν τόπων· 101 ἵνα, ἐὰν ἐπίθεσίς τις ἢ νεωτερισμὸς ἢ πολεμίων ἔφοδος γένηται, μηθεὶς δύνηται ὁδὸν εἰς τοὺς περιβόλους ποιήσασθαι τοὺς περὶ τὸν οἶκον· ἐπικειμένων καὶ ὀξυβελῶν ἐπὶ τῶν πύργων τῆς ἄκρας καὶ ὀργάνων ποικίλων, καὶ τοῦ τόπου κατὰ κορυφὴν ὄντος τῶν προειρημένων περιβόλων, 102 ὡσανεὶ φυλασσομένων τῶν πύργων ὑπὸ τῶν πιστοτάτων ἀνδρῶν καὶ τῇ πατρίδι μεγάλας ἀποδείξεις δεδωκότων· οἵτινες οὐκ εἶχον ἐξουσίαν ἐξιέναι τῆς ἄκρας, εἰ μὴ ταῖς ἑορταῖς, καὶ τοῦτο ἐκ μέρους, οὐδὲ εἰσοδεύειν εἴων οὐδένα.