215 πλὴν ὅσον ἔμοιγε ἐφικτόν, οὕτω διείληφα· κατὰ πάντα τρόπον σέ, βασιλεῦ, καὶ τὰ λεγόμενα καὶ τὰ πραττόμενα πρὸς εὐσέβειαν ἐπανάγειν, οὕτως {ἑαυτῷ} συνιστορῇς, ὅτι τὸ κατ᾽ ἀρετὴν συντηρῶν οὔτε χαρίζεσθαι προαιρῇ παρὰ λόγον, οὐδὲ ἐξουσίᾳ χρώμενος τὸ δίκαιον αἴρεις. 216 ἐπὶ πλεῖον γάρ, ἐν οἷς ἕκαστος πράγμασιν ἐγρηγορὼς τὴν διαγωγὴν ποιεῖται, καὶ καθ᾽ ὕπνον ἐν τοῖς αὐτοῖς ἡ διάνοια τὴν ἀναστροφὴν ἔχει, ὡς δὲ πάντα διαλογισμὸν καὶ πρᾶξιν ἐπὶ τὰ κάλλιστα τρεπομένην κατευθύνει καὶ ἐγρηγορὼς καὶ ἐν ὕπνῳ. διὸ καὶ περὶ σὲ διὰ παντός ἐστιν εὐστάθεια. 217 Κατευφημήσας δὲ καὶ τοῦτον εἶπε πρὸς τὸν ἕτερον Ἐπεὶ σὺ δέκατος τὴν ἀπόκρισιν ἔχεις, ὡς ἂν ἀποφήνῃ, πρὸς τὸ δεῖπνον τραπησόμεθα.

218 ἠρώτα δέ Πῶς ἂν μηδὲν ἀνάξιον ἑαυτῶν πράσσοιμεν; ὁ δὲ εἶπεν Ἐπίβλεπε διὰ παντὸς εἰς τὴν σεαυτοῦ δόξαν καὶ τὴν ὑπεροχήν, ἵνα τούτοις ἀκόλουθα καὶ λέγῃς καὶ διανοῇ, γινώσκων ὅτι πάντες ὧν ἄρχεις περὶ σοῦ καὶ διανοοῦνται καὶ λαλοῦσιν. 219 οὐ γὰρ ἐλάχιστόν σε δεῖ τῶν ὑποκριτῶν φαίνεσθαι· τὸ γὰρ πρόσωπον, {ὃ δέον αὐτοῖς} ἐστιν ὑποκρίνεσθαι, τοῦτο συνθεωροῦντες ἀκόλουθα πάντα πράσσουσι· σὺ δὲ οὐχ ὑπόκρισιν ἔχεις, ἀλλ᾽ ἀληθῶς βασιλεύεις, θεοῦ δόντος σοι καταξίως τῶν τρόπων τὴν ἡγεμονίαν. 220 Τοῦ δὲ βασιλέως εὖ μάλα συγκροτήσαντος μετὰ φιλοφροσύνης ἐπὶ πλείονα χρόνον, τοὺς ἀνθρώπους καθυπνοῦν παρεκάλουν. καὶ τὰ μὲν πρὸς τούτους ὡς ἔληξεν, ἐπὶ τὴν ἑξῆς ἐτράπησαν τῆς συμποσίας διάταξιν.

221 Τῇ δὲ ἐχομένῃ, τῆς αὐτῆς διατάξεως γενηθείσης, ὅτε καιρὸν ὑπελάμβανεν ὁ βασιλεὺς εἶναι τοῦ πυνθάνεσθαί τι τῶν ἀνδρῶν, ἠρώτα τὸν πρῶτον τῶν ἀπολιπόντων πρὸς τὴν ἑξῆς ἐρώτησιν Τίς ἐστιν ἀρχὴ κρατίστη; 222 ἐκεῖνος δὲ ἔφη Τὸ κρατεῖν ἑαυτοῦ καὶ μὴ συγκαταφέρεσθαι ταῖς ὁρμαῖς. πᾶσι γὰρ ἀνθρώποις φυσικὸν εἶναι τὸ πρός τι τὴν διάνοιαν ῥέπειν· 223 τοῖς μὲν οἶν πολλοῖς ἐπὶ τὰ βρωτὰ καὶ ποτὰ καὶ τὰς ἡδονὰς εἰκός ἐστι κεκλίσθαι, τοῖς δὲ βασιλεῦσιν ἐπὶ χώρας κατάκτησιν, κατὰ τὸ τῆς δόξης μέγεθος· πλὴν ἐν πᾶσι μετριότης καλόν. ἃ δὲ ὁ θεὸς δίδωσι, ταῦτα λαμβάνων σύνεχε· τῶν δ᾽ ἀνεφίκτων μὴ ἐπιθύμει.