24 πᾶσιν οὖν ἀνθρώποις τὸ δίκαιον ἀπονέμειν ὁμολογούμενοι, πολλῷ δὲ μᾶλλον τοῖς ἀλόγως καταδυναστευομένοις, καὶ κατὰ πᾶν ἐκζητοῦντες τὸ καλῶς ἔχον πρός τε τὸ δίκαιον καὶ τὴν κατὰ πάντων εὐσέβειαν, προστετάχαμεν ὅσα τῶν Ἰουδαϊκῶν ἐστι σωμάτων ἐν οἰκετίαις {πανταχῆ} καθ᾽ ὁντινοῦν τρόπον ἐν τῇ βασιλείᾳ, κομιζομένους τοὺς ἔχοντας τὸ προκείμενον κεφάλαιον ἀπολύειν, καὶ μηδένα κακοσχόλως περὶ τούτων μηδὲν οἰκονομεῖν· τὰς δ᾽ ἀπογραφὰς ἐν ἡμέραις τρισίν, ἀφ᾽ ἧς ἡμέρας ἐκκεῖται τὸ πρόσταγμα, ποιεῖσθαι πρὸς τοὺς καθεσταμένους περὶ τούτων, καταδεικνύντας εὐθὺ καὶ τὰ σώματα. 25 διειλήφαμεν γὰρ καὶ ἡμῖν συμφέρειν καὶ τοῖς πράγμασι τοῦτ᾽ ἐπιτελεσθῆναι. τὸν δὲ βουλόμενον προσαγγέλλειν περὶ τῶν ἀπειθησάντων, ἐφ᾽ ᾧ τοῦ φανέντος ἐνόχου τὴν κυρίαν ἕξειν· τὰ δὲ ὑπάρχοντα τῶν τοιούτων εἰς τὸ βασιλικὸν ἀναληφθήσεται. 26 εἰσδοθέντος τοῦ προστάγματος, ὅπως ἐπαναγνωσθῇ τῷ βασιλεῖ, τὰ ἄλλα πάντ᾽ ἔχοντος πλὴν τοῦ Καὶ εἴ τινες προῆσαν ἢ καὶ μετὰ ταῦτα εἰσηγμένοι εἰσι τῶν τοιούτων, αὐτὸς τοῦτο ὁ βασιλεὺς προσέθηκε, μεγαλομοιρίᾳ καὶ μεγαλοψυχίᾳ χρησάμενος, ἐκέλευσέ τε τῶν διαφόρων δόσιν ἀθρόαν οὖσαν ἀπομερίσαι τοῖς ὑπηρέταις τῶν ταγμάτων καὶ βασιλικοῖς τραπεζίταις.
27 οὕτω δοχθὲν ἐκεκύρωτο ἐν ἡμέραις ἑπτά· πλεῖον δὲ ταλάντων ἑξακοσίων ἑξήκοντα ἡ δόσις ἐγεγόνει. πολλὰ γὰρ καὶ τῶν ἐπιμαστιδίων τέκνων σὺν ταῖς μητράσιν ἐλευθεροῦντο. προσανενεχθέντος εἰ καὶ περὶ τούτων εἰκοσαδραχμία δοθήσεται, καὶ τοῦτ᾽ ἐκέλευσεν ὁ βασιλεὺς ποιεῖν, ὁλοσχερῶς περὶ τοῦ δόξαντος ἅπαντ᾽ ἐπιτελῶν. 28 Ὡς δὲ κατεπράχθη ταῦτα, τὸν Δημήτριον ἐκέλευσεν εἰσδοῦναι περὶ τῆς τῶν Ἰουδαϊκῶν βιβλίων ἀναγραφῆς. πάντα γὰρ διὰ προσταγμάτων καὶ μεγάλης ἀσφαλείας τοῖς βασιλεῦσι τούτοις διῳκεῖτο, καὶ οὐδὲν ἀπερριμμένως οὐδ᾽ εἰκῇ. διόπερ καὶ τὸ τῆς εἰσδόσεως καὶ τὰ τῶν ἐπιστολῶν ἀντίγραφα κατακεχώρικα, καὶ τὸ τῶν ἀπεσταλμένων πλῆθος καὶ τὴν ἑκάστου κατασκευήν, διὰ τὸ μεγαλομοιρίᾳ καὶ τέχνῃ διαφέρειν ἕκαστον αὐτῶν. τῆς δὲ εἰσδόσεώς ἐστιν ἀντίγραφον τόδε· 29 Βασιλεῖ μεγάλῳ παρὰ Δημητρίου. προστάξαντός σου, βασιλεῦ, περὶ τῶν ἀπολιπόντων εἰς τὴν συμπλήρωσιν τῆς βιβλιοθήκης βιβλίων, ὅπως ἐπισυναχθῇ, καὶ τὰ διαπεπτωκότα τύχῃ τῆς προσηκούσης ἐπισκευῆς, πεποιημένος οὐ παρέργως τὴν ἐν τούτοις ἐπιμέλειαν, προσαναφέρω σοι τάδε. 30 τοῦ νόμου τῶν Ἰουδαίων βιβλία σὺν ἑτέροις ὀλίγοις τισὶν ἀπολείπει· τυγχάνει γὰρ Ἑβραϊκοῖς γράμμασι καὶ φωνῇ λεγόμενα, ἀμελέστερον δέ, καὶ οὐχ ὡς ὑπάρχει, σεσήμανται, καθὼς ὑπὸ τῶν εἰδότων προσαναφέρεται· προνοίας γὰρ βασιλικῆς οὐ τέτευχε.
31 δέον δέ ἐστι καὶ ταῦθ᾽ ὑπάρχειν παρά σοι διηκριβωμένα, διὰ τὸ καὶ φιλοσοφωτέραν εἶναι καὶ ἀκέραιον τὴν νομοθεσίαν ταύτην, ὡς ἂν οὖσαν θείαν. διὸ πόρρω γεγόνασιν οἵ τε συγγραφεῖς καὶ ποιηταὶ καὶ τὸ τῶν ἱστορικῶν πλῆθος τῆς ἐπιμνήσεως τῶν προειρημένων βιβλίων, καὶ τῶν κατ᾽ αὐτὰ πεπολιτευμένων [καὶ πολιτευομένων] ἀνδρῶν, διὰ τὸ ἁγνήν τινα καὶ σεμνὴν εἶναι τὴν ἐν αὐτοῖς θεωρίαν, ὥς φησιν Ἑκαταῖος ὁ Ἀβδηρίτης. 32 ἐὰν οὖν φαίνηται, βασιλεῦ, γραφήσεται πρὸς τὸν ἀρχιερέα τὸν ἐν Ἱεροσολύμοις, ἀποστεῖλαι τοὺς μάλιστα καλῶς βεβιωκότας καὶ πρεσβυτέρους ὄντας ἄνδρας, ἐμπείρους τῶν κατὰ τὸν νόμον τὸν ἑαυτῶν, ἀφ᾽ ἑκάστης φυλῆς ἕξ, ὅπως τὸ σύμφωνον ἐκ τῶν πλειόνων ἐξετάσαντες καὶ λαβόντες τὸ κατὰ τὴν ἑρμηνείαν ἀκριβές, ἀξίως καὶ τῶν πραγμάτων καὶ τῆς σῆς προαιρέσεως, θῶμεν εὐσήμως. εὐτύχει διὰ παντός. 33 Τῆς δὲ εἰσδόσεως ταύτης γενομένης, ἐκέλευσεν ὁ βασιλεὺς γραφῆναι πρὸς τὸν Ἐλεάζαρον περὶ τούτων, σημάναντας καὶ τὴν γενομένην ἀπολύτρωσιν τῶν αἰχμαλώτων. ἔδωκε δὲ καὶ εἰς κατασκευὴν κρατήρων τε καὶ φιαλῶν καὶ τραπέζης καὶ σπονδείων χρυσίου μὲν ὁλκῆς τάλαντα πεντήκοντα καὶ ἀργυρίου τάλαντα ἑβδομήκοντα καὶ λίθων ἱκανόν τι πλῆθος—ἐκέλευσε δὲ τοὺς ῥισκοφύλακας τοῖς τεχνίταις, ὧν ἂν προαιρῶνται, τὴν ἐκλογὴν διδόναι—καὶ νομίσματος εἰς θυσίας καὶ ἄλλα πρὸς τάλαντα ἑκατόν.
Page 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849


