14 καθὼς δὲ προείπομεν, ἐπιλέξας τοὺς ἀρίστους ταῖς ἡλικίαις καὶ ῥώμῃ διαφέροντας καθώπλισε, τὸ δὲ λοιπὸν χύμα πρεσβυτέρων καὶ νεωτέρων, ἔτι δὲ γυναικῶν, εἴασεν εἰς τὴν οἰκετίαν, οὐχ οὕτως τῇ προαιρέσει κατὰ ψυχὴν ἔχων, ὡς κατακρατούμενος ὑπὸ τῶν στρατιωτῶν, δι᾽ ἃς ἐπεποίηντο χρείας ἐν τοῖς πολεμικοῖς ἀγῶσιν—ἡμεῖς δὲ ἐπεί τινα παρεύρεσιν εἰς τὴν ἀπόλυσιν αὐτῶν ἀπελάβομεν, καθὼς προδεδήλωται, τοιούτοις ἐχρησάμεθα λόγοις πρὸς τὸν βασιλέα. 15 μήποτε ἄλογον ᾗ ἐλέγχεσθαι ὑπ᾽ αὐτῶν τῶν πραγμάτων, ὦ βασιλεῦ. τῆς γὰρ νομοθεσίας κειμένης πᾶσι τοῖς Ἰουδαίοις, ἣν ἡμεῖς οὐ μόνον μεταγράψαι ἐπινοοῦμεν, ἀλλὰ καὶ διερμηνεῦσαι, τίνα λόγον ἕξομεν πρὸς ἀποστολήν, ἐν οἰκετίαις ὑπαρχόντων ἐν τῇ σῇ βασιλείᾳ πληθῶν ἱκανῶν; ἀλλὰ τελείᾳ καὶ πλουσίᾳ ψυχῇ ἀπόλυσον τοὺς συνεχομένους ἐν ταλαιπωρίαις, κατευθύνοντάς σου τὴν βασιλείαν τοῦ τεθεικότος αὐτοῖς θεοῦ τὸν νόμον, καθὼς περιείργασμαι. 16 τὸν γὰρ πάντων ἐπόπτην καὶ κτίστην θεὸν οὗτοι σέβοντα, ὃν καὶ πάντες, ἡμεῖς δέ, βασιλεῦ, προσονομάζοντες ἑτέρως Ζῆνα καὶ Δία· τοῦτο δ᾽ οὐκ ἀνοικείως οἱ πρῶτοι διεσήμαναν, δι᾽ ὃν ζωοποιοῦνται τὰ πάντα καὶ γίνεται, τοῦτον ἁπάντων ἡγεῖσθαί τε καὶ κυριεύειν. ὑπερηρκὼς δὲ σύμπαντας ἀνθρώπους τῇ λαμπρότητι τῆς ψυχῆς ἀπόλυσιν ποίησαι τῶν ἐνεχομένων ταῖς οἰκετίαις.

17 οὐδὲ πολὺν χρόνον ἐπισχών, καὶ ἡμῶν κατὰ ψυχὴν πρὸς τὸν θεὸν εὐχομένων, τὴν διάνοιαν αὐτοῦ κατασκευάσαι πρὸς τὸ τοὺς ἅπαντας ἀπολυθῆναι (κτίσμα γὰρ ὂν θεοῦ τὸ γένος τῶν ἀνθρώπων καὶ μεταλλοιοῦται καὶ τρέπεται πάλιν ὑπ᾽ αὐτοῦ· διὸ πολλαχῶς καὶ ποικίλως ἐπεκαλούμην τὸν κυριεύοντα κατὰ καρδίαν, ἵνα συναναγκασθῇ, καθὼς ἠξίουν, ἐπιτελέσαι· 18 μεγάλην γὰρ εἶχον ἐλπίδα, περὶ σωτηρίας ἀνθρώπων προτιθέμενος λόγον, ὅτι τὴν ἐπιτέλειαν ὁ θεὸς ποιήσει τῶν ἀξιουμένων· ὃ γὰρ πρὸς δικαιοσύνην καὶ καλῶν ἔργων ἐπιμέλειαν ἐν ὁσιότητι νομίζουσιν ἄνθρωποι ποιεῖν, κατευθύνει τὰς πράξεις καὶ τὰς ἐπιβολὰς ὁ κυριεύων ἁπάντων θεός), 19 ὁ δὲ διανακύψας καὶ προσβλέψας ἱλαρῷ τῷ προσώπῴ Πόσας ὑπολαμβάνεις μυριάδας ἔσεσθαι; ἔφη. παρεστὼς δὲ Ἀνδρέας ἀπεφήνατο Βραχεῖ πλεῖον μυριάδων δέκα. ὁ δέ, Μικρόν γε, εἶπεν, Ἀριστέας ἡμᾶς ἀξιοῖ πρᾶγμα. Σωσίβιος δὲ καὶ τῶν παρόντων τινὲς τοῦτ᾽ εἶπον· Καὶ γὰρ ἄξιόν ἐστι τῆς σῆς μεγαλοψυχίας, ὅπως χαριστήριον ἀναθῇ τῷ μεγίστῳ θεῷ τὴν τούτων ἀπόλυσιν. μεγίστως γὰρ τετιμημένος ὑπὸ τοῦ κρατοῦντος τὰ πάντα καὶ δεδοξασμένος ὑπὲρ τοὺς προγόνους, εἰ καὶ μέγιστα ποιήσεις χαριστήρια, καθῆκόν ἐστι σοι.

20 διαχυθεὶς δὲ εὖ μάλα τοῖς ὀψωνίοις εἶπε προσθεῖναι, καὶ σώματος ἑκάστου κομίζεσθαι δραχμὰς εἴκοσι, καὶ περὶ τούτων ἐκθεῖναι πρόσταγμα, τὰς δὲ ἀπογραφὰς ποιεῖσθαι παρ᾽ αὐτά, μεγαλείως χρησάμενος τῇ προθυμίᾳ, τοῦ θεοῦ τὴν πᾶσαν ἐπιτελέσαντος ἡμῶν προαίρεσιν, καὶ συναναγκάσαντος αὐτὸν ἀπολυτρῶσαι μὴ μόνον τοὺς συνεληλυθότας τῷ στρατοπέδῳ τοῦ πατρός, ἀλλὰ καὶ εἴ τινες προῆσαν, ἢ μετὰ ταῦτα παρεισήχθησαν εἰς τὴν βασιλείαν. ὑπὲρ τὰ τετρακόσια τάλαντα τὴν δόσιν ἀπέφαινον εἶναι. 21 καὶ τοῦ προστάγματος δὲ τὸ ἀντίγραφον οὐκ ἄχρηστον οἴομαι κατακεχωρίσθαι. πολλῷ γὰρ ἡ μεγαλομοιρία φανερωτέρα καὶ εὔδηλος ἔσται τοῦ βασιλέως, τοῦ θεοῦ κατισχύοντος αὐτὸν εἰς τὸ σωτηρίαν γενέσθαι πλήθεσιν ἱκανοῖς.

22 ἦν δὲ τοιοῦτο· Τοῦ βασιλέως προστάξαντος—Ὅσοι τῶν συνεστρατευμένων τῷ πατρὶ ἡμῶν εἰς τοὺς κατὰ Συρίαν καὶ Φοινίκην τόπους ἐπελθόντες τὴν τῶν Ἰουδαίων χώραν ἐγκρατεῖς ἐγένοντο σωμάτων Ἰουδαϊκῶν καὶ ταῦτα διακεκομίκασιν εἴς τε τὴν πόλιν καὶ τὴν χώραν ἢ καὶ πεπράκασιν ἑτέροις, ὁμοίως δὲ καὶ εἴ τινες προῆσαν ἢ καὶ μετὰ ταῦτά εἰσιν εἰσηγμένοι τῶν τοιούτων, ἀπολύειν παρὰ χρῆμα τοὺς ἔχοντας, κομιζομένους αὐτίκα ἑκάστου σώματος δραχμὰς εἴκοσι, τοὺς μὲν στρατιώτας τῇ τῶν ὀψωνίων δόσει, τοὺς δὲ λοιποὺς ἀπὸ τῆς βασιλικῆς τραπέζης. 23 νομίζομεν γὰρ καὶ παρὰ τὴν τοῦ πατρὸς ἡμῶν βούλησιν καὶ παρὰ τὸ καλῶς ἔχον ᾐχμαλωτεῦσθαι τούτους, διὰ δὲ τὴν στρατιωτικὴν προπέτειαν τήν τε χώραν αὐτῶν κατεφθάρθαι καὶ τὴν τῶν Ἰουδαίων μεταγωγὴν εἰς τὴν Αἴγυπτον γεγονέναι· ἱκανὴ γὰρ ἦν ἡ παρὰ τὸ πεδίον γεγονυῖα ἐκ τῶν στρατιωτῶν ὠφέλεια· διὸ παντελῶς ἀνεπιεικής ἐστι καὶ ἡ τῶν ἀνθρώπων καταδυναστεία.