288 Διαχυθεὶς δὲ ἐπὶ τοῖς εἰρημένοις, ἐπυνθάνετο τοῦ μετέπειτα Τί κάλλιστόν ἐστι τοῖς ὄχλοις, ἐξ ἰδιώτου βασιλέα κατασταθῆναι {ἐπ᾽} αὐτῶν, ἢ ἐκ βασιλέως βασιλέα; ἐκεῖνος δὲ ἔφη Τὸ ἄριστον τῇ φύσει. 289 καὶ γὰρ ἐκ βασιλέων βασιλεῖς γινόμενοι πρὸς τοὺς ὑποτεταγμένους ἀνήμεροί τε καὶ σκληροὶ καθίστανται· πολλῷ δὲ μᾶλλον καί τινες τῶν ἰδιωτῶν καὶ κακῶν πεπειραμένοι καὶ πενίας μετεσχηκότες ἄρξαντες ὄχλων χαλεπώτεροι τῶν ἀνοσίων τυράννων ἐξέβησαν.
290 ἀλλὰ ὡς προεῖπον, ἦθος χρηστὸν καὶ παιδείας κεκοινωνηκὸς δυνατὸν ἄρχειν ἐστί· καθὼς σὺ βασιλεὺς μέγας ὑπάρχεις, οὐ τοσοῦτον τῇ δόξῃ τῆς ἀρχῆς καὶ πλούτῳ προσχών, ὅσον ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ πάντας ἀνθρώπους ὑπερῆρκας τοῦ θεοῦ σοι δεδωρημένου ταῦτα. 291 Ἐπὶ πλείονα χρόνον καὶ τοῦτον ἐπαινέσας τὸν ἐπὶ πᾶσιν ἠρώτα Τί μέγιστόν ἐστι βασιλείας; πρὸς τοῦτο εἶπε Τὸ διὰ παντὸς ἐν εἰρήνῃ καθεστάναι τοὺς ὑποτεταγμένους, καὶ κομίζεσθαι τὸ δίκαιον ταχέως ἐν ταῖς διακρίσεσι.
292 ταῦτα δὲ γίνεται διὰ τὸν ἡγούμενον, ὅταν μισοπόνηρος ᾖ καὶ φιλάγαθος καὶ περὶ πολλοῦ ποιούμενος ψυχὴν ἀνθρώπου σώζειν· καθὼς καὶ σὺ μέγιστον κακὸν ἥγησαι τὴν ἀδικίαν, δικαίως δὲ πάντα κυβερνῶν ἀένναον τὴν περὶ σεαυτὸν δόξαν κατεσκευάσας, τοῦ θεοῦ σοι διδόντος ἔχειν ἁγνὴν καὶ ἀμιγῆ παντὸς κακοῦ τὴν διάνοιαν. 293 Καταλήξαντος δὲ τούτου κατερράγη κρότος μετὰ φωνῆς καὶ χαρᾶς ἐπὶ πλείονα χρόνον. ὡς δὲ ἐπαύσατο, ὁ βασιλεὺς λαβὼν ποτήριον ἐπεχέατο καὶ τῶν παρόντων ἁπάντων καὶ τῶν εἰρημένων λόγων. ἐπὶ πᾶσι δὲ εἶπε Τὰ μέγιστά μοι γέγονεν ἀγαθὰ παραγενηθέντων ὑμῶν·
294 πολλὰ γὰρ ὠφέλημαι, καταβεβλημένων ὑμῶν διδαχὴν ἐμοὶ πρὸς τὸ βασιλεύειν. ἑκάστῳ δὲ τρία τάλαντα προσέταξεν ἀργυρίου δοθῆναι καὶ τὸν ἀποκαταστήσοντα παῖδα. συνεπιφωνησάντων δὲ πάντων, χαρᾶς ἐπληρώθη τὸ συμπόσιον, ἀδιαλείπτως τοῦ βασιλέως εἰς εὐφροσύνην τραπέντος. 295 Ἐγὼ δὲ {εἰ πεπλεόνακα,} τούτοις, ὦ Φιλόκρατες, συγγνώμην ἔχειν. τεθαυμακὼς γὰρ τοὺς ἄνδρας ὑπὲρ τὸ δέον, ὡς ἐκ τοῦ καιροῦ τὰς ἀποκρίσεις ἐποιοῦντο πολλοῦ χρόνου δεομένας, 296 καὶ τοῦ μὲν ἐρωτῶντος μεμεριμνηκότος ἕκαστα, τῶν δὲ ἀποκρινομένων καταλλήλως ἐχόντων τὰ πρὸς τὰς ἐρωτήσας, ἄξιοι θαυμασμοῦ κατεφαίνοντό μοι καὶ τοῖς παροῦσι, μάλιστα δὲ τοῖς φιλοσόφοις. οἴομαι δὲ καὶ πᾶσι τοῖς παραληψομένοις τὴν ἀναγραφὴν ἄπιστον φανεῖται. 297 ψεύσασθαι μὲν οὖν οὐ καθῆκόν ἐστι περὶ τῶν ἀναγραφομένων· εἰ δὲ καί τι παραβαίην, οὐχ ὅσιον ἐν τούτοις· ἀλλ᾽, ὡς γέγονεν, οὕτως διασαφοῦμεν ἀφοσιούμενοι πᾶν ἁμάρτημα. διόπερ ἐπειράθην ἀποδεξάμενος αὐτῶν τὴν τοῦ λόγου δύναμιν παρὰ τῶν ἀναγραφομένων ἕκαστα τῶν γινομένων ἔν τε τοῖς χρηματισμοῖς τοῦ βασιλέως καὶ ταῖς συμποσίαις μεταλαβεῖν.
298 ἔθος γάρ ἐστι, καθὼς καὶ σὺ γινώσκεις, ἀφ᾽ ἧς ἂν [ἡμέρας] ὁ βασιλεὺς ἄρξηται χρηματίζειν, μέχρις οὗ κατακοιμηθῇ, πάντα ἀναγράφεσθαι τὰ λεγόμενα καὶ πρασσόμενα, καλῶς γινομένου καὶ συμφερόντως. 299 τῇ γὰρ ἐπιούσῃ τὰ τῇ πρότερον πεπραγμένα καὶ λελαλημένα πρὸ τοῦ χρηματισμοῦ παραναγινώσκεται, καί, εἴ τι μὴ δεόντως γέγονε, διορθώσεως τυγχάνει τὸ πεπραγμένον. 300 πάντ᾽ οὖν ἀκριβῶς {παρὰ τῶν} ἀναγεγραμμένων, ὡς ἐλέχθη, μεταλαβόντες κατακεχωρίκαμεν, εἰδότες ἣν ἔχεις φιλομάθειαν εἰς τὰ χρήσιμα.
301 Μετὰ δὲ τρεῖς ἡμέρας ὁ Δημήτριος παραλαβὼν αὐτούς, καὶ διελθὼν τὸ τῶν ἑπτὰ σταδίων ἀνάχωμα τῆς θαλάσσης πρὸς τὴν νῆσον, καὶ διαβὰς τὴν γέφυραν, καὶ προσελθὼν ὡς ἐπὶ τὰ βόρεια μέρη, συνέδριον ποιησάμενος εἰς κατεσκευασμένον οἶκον παρὰ τὴν ἠϊόνα, διαπρεπῶς ἔχοντα καὶ πολλῆς ἡσυχίας ἔφεδρον, παρεκάλει τοὺς ἄνδρας τὰ τῆς ἑρμηνείας ἐπιτελεῖν, παρόντων ὅσα πρὸς τὴν χρείαν ἔδει καλῶς. 302 οἱ δὲ ἐπετέλουν ἕκαστα σύμφωνα ποιοῦντες πρὸς ἑαυτοὺς ταῖς ἀντιβολαῖς· τὸ δὲ ἐκ τῆς συμφωνίας γινόμενον πρεπόντως ἀναγραφῆς οὕτως ἐτύγχανε παρὰ τοῦ Δημητρίου. 303 καὶ μέχρι μὲν ὥρας ἐνάτης τὰ τῆς συνεδρείας ἐγίνετο· μετὰ δὲ ταῦτα περὶ τὴν τοῦ σώματος θεραπείαν ἀπελύοντο γίνεσθαι, χορηγουμένων αὐτοῖς δαψιλῶς ὧν προῃροῦντο πάντων.
Page 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849


