259 διανοούμενος γὰρ ὡς θεὸς πολυωρεῖ τὸ τῶν ἀνθρώπων γένος, χορηγῶν αὐτοῖς καὶ ὑγείαν καὶ εὐαισθησίαν καὶ τὰ λοιπά, καὶ αὐτὸς ἀκόλουθόν τι πράξει τῶν κακοπαθειῶν ἀποδιδοὺς τὴν ἀντάμειψιν. τὰ γὰρ ἐκ δικαιοσύνης τελούμενα, ταῦτα καὶ διαμένει. 260 Εὖ δὲ καὶ τοῦτον εἰρηκέναι φήσας τὸν δέκατον ἠρώτα Τί ἐστι σοφίας καρπός; ὁ δὲ εἶπε Τὸ μὴ συνιστορεῖν ἑαυτῷ κακὸν πεπραχότι, τὸν δὲ βίον ἐν ἀληθείᾳ διεξάγειν. 261 ἐκ τούτων γὰρ κρατίστη χαρὰ καὶ ψυχῆς εὐστάθειά σοι γίνεται, μέγιστε βασιλεῦ, καὶ ἐλπίδες ἐπὶ θεῷ καλαὶ κρατοῦντί σοι τῆς ἀρχῆς εὐσεβῶς. Ὡς δὲ συνήκουσαν πάντες ἐπεφώνησαν σὺν κρότῳ πλείονι. καὶ μετὰ ταῦτα πρὸς τὸ προπιεῖν ὁ βασιλεὺς [λαμβάνειν] ἐτράπη, χαρᾷ πεπληρωμένος.

262 Τῇ δ᾽ ἑξῆς καθὼς πρότερον ἡ διάταξις ἦν τῶν κατὰ τὸν πότον ἐπιτελουμένων, καιροῦ δὲ γενομένου τοὺς ἀπολιπόντας ὁ βασιλεὺς ἐπηρώτα. πρὸς τὸν πρῶτον δὲ ἔφη Πῶς ἂν μὴ τραπείη τις εἰς ὑπερηφανίαν; 263 ἀπεκρίθη δὲ Εἰ τὴν ἰσότητα τηροῖ, καὶ παρ᾽ ἕκαστον ἑαυτὸν ὑπομιμνήσκοι, καθὼς ἄνθρωπος ὢν ἀνθρώπων ἡγεῖται. καὶ ὁ θεὸς τοὺς ὑπερηφάνους καθαιρεῖ, τοὺς δὲ ἐπιεικεῖς καὶ ταπεινοὺς ὑψοῖ. 264 Παρακαλέσας δὲ αὐτὸν τὸν ἑξῆς ἐπηρώτα Τίσι δεῖ συμβούλοις χρῆσθαι; τοῖς διὰ πολλῶν, ἔφη, πεπειραμένοις πραγμάτων καὶ τὴν εὔνοιαν συντηροῦσιν ἀκέραιον πρὸς αὐτὸν καὶ τῶν τρόπων ὅσοι μετέχουσιν αὐτῷ. θεοῦ ἐπιφάνεια γίνεται πρὸς τὰ τοιαῦτα τοῖς ἀξίοις.

265 Ἐπαινέσας δὲ αὐτὸν ἄλλον ἠρώτα Τίς ἐστι βασιλεῖ κτῆσις ἀναγκαιοτάτη; Τῶν ὑποτεταγμένων φιλανθρωπία καὶ ἀγάπησις, ἀπεκρίνατο. διὰ γὰρ τούτων ἄλυτος εὐνοίας δεσμὸς γίνεται. τὸ δὲ γίνεσθαι κατὰ προαίρεσιν ταῦτα ὁ θεὸς ἐπιτελεῖ. 266 Κατεπαινέσας δὲ αὐτὸν ἑτέρου διεπυνθάνετο Τί πέρας ἐστὶ λόγου; κἀκεῖνος δὲ ἔφησε Τὸ πεῖσαι τὸν ἀντιλέγοντα, διὰ τῆς ὑποτεταγμένης τάξεως τὰς βλάβας ἐπιδεικνύντα· οὕτω γὰρ λήψῃ τὸν ἀκροατὴν οὐκ ἀντικείμενος, συγχρώμενος δὲ ἐπαίνῳ πρὸς τὸ πεῖσαι. θεοῦ δὲ ἐνεργείᾳ κατευθύνεται πειθώ.

267 Εὖ δὲ λέγειν φήσας αὐτὸν ἕτερον ἠρώτα Πῶς ἂν, παμμιγῶν ὄχλων ὄντων ἐν τῇ βασιλείᾳ, τούτοις {ἁρμόσαι}; Τὸ πρέπον ἑκάστῳ συνυποκρινόμενος, εἶπε, καθηγεμόνα λαμβάνων δικαιοσύνην· ὡς καὶ ποιεῖς θεοῦ σοι διδόντος εὖ λογίζεσθαι. 268 Φιλοφρονηθεὶς δὲ τούτῳ πρὸς τὸν ἕτερον εἶπεν Ἐπὶ τίσι δεῖ λυπεῖσθαι; πρὸς ταῦτα ἀπεκρίθη Τὰ συμβαίνοντα τοῖς φίλοις ὅταν θεωρῶμεν πολυχρόνια καὶ ἀνέκφευκτα γινόμενα. τελευτήσασι μὲν γὰρ καὶ κακῶν ἀπολελυμένοις οὐχ ὑπογράφει λύπην ὁ λόγος· ἀλλὰ ἐφ᾽ ἑαυτοὺς ἀναφέροντες καὶ τὸ πρὸς ἑαυτοὺς συμφέρον λυποῦνται πάντες ἄνθρωποι. τὸ δ᾽ ἐκφυγεῖν πᾶν κακὸν θεοῦ δυνάμει γίνεται.

269 Ὡς ἔδει δὲ φήσας αὐτὸν ἀποκρίνεσθαι πρὸς ἕτερον εἶπε Πῶς ἀδοξία γίνεται; ἐκεῖνος δὲ ἔφησεν Ὅταν ὑπερηφανία καθηγῆται καὶ θράσος ἄληκτον, ἀτιμασμὸς ἐπιφύεται καὶ δόξης ἀναίρεσις. θεὸς δὲ δόξης πάσης κυριεύει, ῥέπων οὗ βούλεται. 270 Καὶ τούτῳ δ᾽ ἐπικυρώσας τὰ τῆς ἀποκρίσεως τὸν ἑξῆς ἠρώτα Τίσι δεῖ πιστεύειν ἑαυτόν; Τοῖς διὰ τὴν εὔνοιαν, εἶπε, συνοῦσί σοι, καὶ μὴ διὰ τὸν φόβον μηδὲ διὰ πολυωρίαν, ἐπανάγουσι πάντα πρὸς τὸ κερδαίνειν. τὸ μὲν γὰρ ἀγαπήσεως σημεῖον, τὸ δὲ δυσνοίας καὶ καιροτηρησίας· ὃς γὰρ ἐπὶ τὸ πλεονεκτεῖν {ὁρμᾶται} προδότης πέφυκε. σὺ δὲ πάντας εὐνόους ἔχεις θεοῦ σοι καλὴν βουλὴν διδόντος.

271 οφῶς δὲ αὐτὸν εἰπὼν ἀποκεκρίσθαι, ἑτέρῳ εἶπε Τί βασιλείαν διατηρεῖ; πρὸς τοῦτ᾽ ἔφη Μέριμνα καὶ φροντίς, ὡς οὐδὲν κακουργηθήσεται διὰ τῶν ἀποτεταγμένων εἰς τοὺς ὄχλους ταῖς χρείαις· καθὼς σὺ τοῦτο πράσσεις θεοῦ σοι τὴν σεμνὴν ἐπίνοιαν διδόντος. 272 Θαρσύνας δὲ τοῦτον ἕτερον ἐπηρώτα Τί διαφυλάσσει χάριτα καὶ τιμήν; ὁ δὲ εἶπεν Ἀρετή. καλῶν γὰρ ἔργων ἐστὶν ἐπιτέλεια, τὸ δὲ κακὸν ἀποτρίβεται· καθὼς σὺ διατηρεῖς τὴν πρὸς ἅπαντας καλοκἀγαθίαν παρὰ θεοῦ δῶρον τοῦτ᾽ ἔχων. 273 Κεχαρισμένως δὲ καὶ τοῦτον ἀποδεξάμενος τὸν ἑνδέκατον ἐπηρώτα (διὰ τὸ δύο πλεονάζειν τῶν ἑβδομήκοντα) Πῶς ἂν κατὰ ψυχὴν καὶ ἐν τοῖς πολέμοις εἰρηνικῶς ἔχοι; ὁ δὲ ἀπεφήνατο Διαλαμβάνων ὅτι κακὸν οὐδὲν εἴργασται τῶν ὑποτεταγμένων οὐθενί, πάντες δὲ ἀγωνιοῦνται περὶ τῶν εὐεργετημάτων, εἰδότες, κἂν ἐκ τοῦ ζῇν ἀποτρέχωσιν, ἐπιμελητήν σε τῶν βίων.