Greek original of the Letter of Aristeas

ΑΡΙΣΤΕΑΣ ΦΙΛΟΚΡΑΤΕΙ

1:1 Ἀξιολόγου διηγήσεως, ὦ Φιλόκρατες, περὶ τῆς γενηθείσης ἡμῖν ἐντυχίας πρὸς Ἐλεάζαρον τὸν τῶν Ἰουδαίων ἀρχιερέα συνεσταμένης, διὰ τὸ σὲ περὶ πολλοῦ πεποιῆσθαι, παρ᾽ ἕκαστα ὑπομιμνήσκων, συνακοῦσαι περὶ ὧν ἀπεστάλημεν καὶ διὰ τί, πεπείραμαι σαφῶς ἐκθέσθαι σοι, κατειληφὼς ἣν ἔχεις φιλομαθῆ διάθεσιν, 2 ὅπερ μέγιστόν ἐστιν ἀνθρώπῳ, προσμανθάνειν ἀεί τι καὶ προσλαμβάνειν, ἤτοι κατὰ τὰς ἱστορίας, ἢ καὶ κατ᾽ αὐτὸ τὸ πρᾶγμα πεπειραμένῳ. οὕτω γὰρ κατασκευάζεται ψυχῆς καθαρὰ διάθεσις, ἀναλαβοῦσα τὰ κάλλιστα· καὶ πρὸς τὸ πάντων κυριώτατον νενευκυῖα τὴν εὐσέβειαν ἀπλανεῖ κεχρημένη κανόνι διοικεῖ.

3 Τὴν προαίρεσιν ἔχοντες ἡμεῖς πρὸς τὸ περιέργως τὰ θεῖα κατανοεῖν, ἑαυτοὺς ἐπεδώκαμεν εἰς τὸν προειρημένον ἄνδρα πρεσβείαν, καλοκαγαθίᾳ καὶ δόξῃ προτετιμημένον ὑπό τε τῶν πολιτῶν καὶ τῶν ἄλλων, καὶ κατακεκτημένον μεγίστην ὠφέλειαν τοῖς σὺν ἑαυτῷ καὶ τοῖς κατὰ τοὺς ἄλλους τόπους πολίταις, πρὸς τὴν ἑρμηνείαν τοῦ θείου νόμου, διὰ τὸ γεγράφθαι παρ᾽ αὐτοῖς ἐν διφθέραις ἑβραϊκοῖς γράμμασιν. 4 ἣν δὴ καὶ ἐποιησάμεθα ἡμεῖς σπουδῇ, λαβόντες καιρὸν πρὸς τὸν βασιλέα περὶ τῶν μετοικισθέντων εἰς Αἴγυπτον ἐκ τῆς Ἰουδαίας ὑπὸ πατρὸς τοῦ βασιλέως, πρώτως κεκτημένου τήν τε πόλιν καὶ κατὰ τὴν Αἴγυπτον παρειληφότος. Ἄξιόν ἐστι καὶ ταῦτά σοι δηλῶσαι. 5 πέπεισμαι γὰρ σε μᾶλλον ἔχοντα πρόσκλισιν πρὸς τὴν σεμνότητα καὶ τὴν τῶν ἀνθρώπων διάθεσιν τῶν κατὰ τὴν σεμνὴν νομοθεσίαν διεξαγόντων, περὶ ὧν προαιρούμεθα {δηλοῦν, ἀσμένως σε} ἀκούσεσθαι, προσφάτως παραγεγενημένον ἐκ τῆς νήσου πρὸς ἡμεῖς, καὶ βουλόμενον συνακούειν ὅσα πρὸς ἐπισκευὴν ψυχῆς ὑπάρχει. 6 καὶ πρότερον δὲ διεπεμψάμην σοι περὶ ὧν ἐνόμιζον ἀξιομνημονεύτων εἶναι τὴν ἀναγραφήν, ἣν μετελάβομεν παρὰ τῶν κατὰ τὴν λογιωτάτην Αἴγυπτον λογιωτάτην ἀρχιερέων περὶ τοῦ γένους τῶν Ἰουδαίων. 7 φιλομαθῶς γὰρ ἔχοντί σοι περὶ τῶν δυναμένων ὠφελῆσαι διάνοιαν δέον ἐστὶ μεταδιδόναι, μάλιστα μὲν πᾶσι τοῖς ὁμοίοις, πολλῷ δὲ μᾶλλον σοὶ γνησίαν ἔχοντι τὴν αἵρεσιν, οὐ μόνον κατὰ τὸ συγγενὲς ἀδελφῷ καθεστῶτι τὸν τρόπον, ἀλλὰ καὶ τῇ πρὸς τὸ καλὸν ὁρμῇ τὸν αὐτὸν ὄντα ἡμῖν. 8 χρυσοῦ γὰρ χάρις ἢ κατασκευή τις ἄλλη τῶν τετιμημένων παρὰ τοῖς κενοδόξοις ὠφέλεισαν οὐκ ἔχει τὴν αὐτήν, ὅσον ἡ παιδείας ἀγωγὴ καὶ ἡ περὶ τούτων φροντίς. ἵνα δὲ μὴ περὶ τῶν προλεγομένων μηκύνοντες ἀδόλεσχόν τι ποιῶμεν, ἐπὶ τὸ συνεχὲς τῆς διηγήσεως ἐπανήξομεν.

9 Κατασταθεὶς ἐπὶ τῆς τοῦ βασιλέως βιβλιοθήκης Δημήτριος ὁ Φαληρεὺς ἐχρηματίσθη πολλὰ διάφορα πρὸς τὸ συναγαγεῖν, εἰ δυνατόν, ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην βιβλία· καὶ ποιούμενος ἀγορασμοὺς καὶ μεταγραφὰς ἐπὶ τέλος ἤγαγεν, ὅσον ἐφ᾽ ἑαυτῷ τὴν τοῦ βασιλέως πρόθεσιν. 10 παρόντων οὖν ἡμῶν ἐρωτηθείς Πόσαι τινὲς μυριάδες τυγχάνουσι βιβλίων; εἶπεν Ὑπὲρ τὰς εἴκοσι, βασιλεῦ· σπουδάσω δ᾽ ἐν ὀλίγῳ χρόνῳ πρὸς τὸ πληρωθῆναι πεντήκοντα μυριάδας τὰ λοιπά. προσήγγελται δέ μοι καὶ τῶν Ἰουδαίων νόμιμα μεταγραφῆς ἄξια καὶ τῆς παρὰ σοὶ βιβλιοθήκης εἶναι.

11 Τί τὸ κωλῦον οὖν, εἶπεν, ἐστί σε τοῦτο ποιῆσαι; πάντα γὰρ ὑποτέτακταί σοι τὰ πρὸς τὴν χρείαν.ὁ δὲ Δημήτριος εἶπεν Ἑρμηνείας προσδεῖται· χαρακτῆρσι γὰρ ἰδίοις κατὰ Ἰουδαίων χρῶνται, καθάπερ Αἰγύπτιοι τῇ τῶν γραμμάτων θέσει, καθὸ καὶ φωνὴν ἰδίαν ἔχουσιν. ὑπολαμβάνονται Συριακῇ χρῆσθαι· τὸ δ᾽ οὐκ ἔστιν, ἀλλ᾽ ἕτερος τρόπος.Μεταλαβὼν δὲ ἕκαστα ὁ βασιλεὺς εἶπε γραφῆναι πρὸς τὸν ἀρχιερέα τῶν Ἰουδαίων, ὅπως τὰ προειρημένα τελείωσιν λάβῃ.

12 νομίσας δὲ ἐγὼ καιρὸν εἶναι περὶ ὧν πολλάκις ἠξιώκειν Σωσίβιόν τε τὸν Ταραντῖνον καὶ Ἀνδρέαν, τοὺς ἀρχισωματοφύλακας, περὶ τῆς ἀπολυτρώσεως τῶν μετηγμένων ἐκ τῆς Ἰουδαίας ὑπὸ τοῦ πατρὸς τοῦ βασιλέως—ἐκεῖνος γὰρ ἐπελθὼν τὰ κατὰ κοίλην Συρίαν καὶ Φοινίκην ἅπαντα, συγχρώμενος εὐημερίᾳ μετὰ ἀνδρείας, τοὺς μὲν μετῴκιζεν, οὓς δὲ ᾐχμαλώτιζε, φόβῳ πάντα ὑποχείρια ποιούμενος· ἐν ὅσῳ καὶ πρὸς δέκα μυριάδας ἐκ τῆς τῶν Ἰουδαίων χώρας εἰς Αἴγυπτον μετήγαγεν, 13 ἀφ᾽ ὧν ὡσεὶ τρεῖς μυριάδας καθοπλίσας ἀνδρῶν ἐκλεκτῶν εἰς τὴν χώραν κατῴκισεν ἐν τοῖς φρουρίοις (ἤδη μὲν καὶ πρότερον ἱκανῶν εἰσεληλυθότων σὺν τῷ Πέρσῃ, καὶ πρὸ τούτων ἑτέρων συμμαχιῶν ἐξαπεσταλμένων πρὸς τὸν τῶν Αἰθιόπων βασιλέα μάχεσθαι σὺν Ψαμμιτίχῳ ἀλλ᾽ οὐ τοσοῦτοι τῷ πλήθει παρεγενήθησαν, ὅσους Πτολεμαῖος ὁ τοῦ Λάγου μετήγαγε)·