164 πάντα γὰρ λυμαίνονται καὶ κακοποιοῦσι μύες, οὐ μόνον πρὸς τὴν ἑαυτῶν τροφήν, ἀλλὰ καὶ εἰς τὸ παντελῶς ἄχρηστον γίνεσθαι ἀνθρώπῳ, ὅ τι ἂν δή ποτ᾽ οὖν ἐπιβάληται κακοποιεῖν. 165 τό τε τῆς γαλῆς γένος ἰδιάζον ἐστί· χωρὶς γὰρ τοῦ προειρημένου ἔχει λυμαντικὸν κατάστημα· διὰ γὰρ τῶν ὤτων συλλαμβάνει, τεκνοποιεῖ δὲ τῷ στόματι. 166 καὶ διὰ τοῦτο ὁ τοιοῦτος τρόπος τῶν ἀνθρώπων ἀκάθαρτός ἐστιν· ὅσα γὰρ δι᾽ ἀκοῆς λαβόντες, ταῦτα τῷ λόγῳ σωματοποιήσαντες, κακοῖς ἑτέρους ἐνεκύλισαν οὐ τὴν τυχοῦσαν ἐπετέλεσαν, μιανθέντες αὐτοὶ παντάπασι τῷ τῆς ἀσεβείας μολυσμῷ. καλῶς δὲ ποιῶν ὁ βασιλεὺς ὑμῶν τοὺς τοιούτους ἀναιρεῖ, καθὼς μεταλαμβάνομεν.—
167 Ἐγὼ δ᾽ εἶπα Τοὺς ἐμφανιστὰς οἴομαί σε λέγειν· καὶ γὰρ αἰκίαις καὶ θανάτοις ἐπαλγέσιν αὐτοὺς περιβάλλει συνεχῶς.—Ὁ δέ Τούτους γὰρ καὶ λέγω· ἡ γὰρ ἐπαγρύπνησις ἀνθρώπων ἀπωλείᾳ ἀνόσιος. 168 ὁ δὲ νόμος ἡμῖν κελεύει μήτε λόγῳ μήτε ἔργῳ μηδένα κακοποιεῖν. καὶ περὶ τούτων οὖν, ὅσον ἐπὶ βραχὺ {διεξῆλθον, προσυποδείξας} σοι διότι πάντα κεκανόνισται πρὸς δικαιοσύνην, καὶ οὐδὲν εἰκῆ κατατέτακται διὰ τῆς γραφῆς οὐδὲ μυθωδῶς, ἀλλ᾽ ἵνα δι᾽ ὅλου τοῦ ζῇν καὶ ἐν ταῖς πράξεσιν ἀσκῶμεν δικαιοσύνην πρὸς πάντας ἀνθρώπους, μεμνημένοι τοῦ δυναστεύοντος θεοῦ.
169 περὶ βρωτῶν οὖν καὶ τῶν ἀκαθάρτων ἑρπετῶν καὶ κνωδάλων καὶ πᾶς λόγος ἀνατείνει πρὸς δικαιοσύνην καὶ τὴν τῶν ἀνθρώπων συναναστροφὴν δικαίαν. 170 Ἐμοὶ μὲν οὖν καλῶς ἐνόμιζε περὶ ἑκάστων ἀπολογεῖσθαι· καὶ γὰρ ἐπὶ τῶν προσφερομένων ἔλεγε μόσχων τε καὶ κριῶν καὶ χιμάρων, ὅτι δεῖ ταῦτα ἐκ βουκολίων καὶ ποιμνίων λαμβάνοντας ἥμερα θυσιάζειν, καὶ μηθὲν ἄγριον, ὅπως οἱ προσφέροντες τὰς θυσίας μηθὲν ὑπερήφανον ἑαυτοῖς συνιστορῶσι, σημειώσει κεχρημένοι τοῦ διατάξαντος. τῆς γὰρ ἑαυτοῦ ψυχῆς τοῦ παντὸς τρόπου τὴν προσφορὰν ποιεῖται ὁ τὴν θυσίαν προσάγων.
171 καὶ περὶ τούτων οὖν νομίζω τὰ τῆς ὁμιλίας ἄξια λόγου καθεστάναι· διὸ τὴν σεμνότητα καὶ φυσικὴν διάνοιαν τοῦ νόμου προῆγμαι διασαφῆσαί σοι, Φιλόκρατες, δι᾽ ἣν ἔχεις φιλομάθειαν. 172 Ὁ δὲ Ἐλεάζαρος ποιησάμενος θυσίαν καὶ τοὺς ἄνδρας ἐπιλέξας καὶ πολλὰ δῶρα τῷ βασιλεῖ κατασκευάσας προέπεμψεν ἡμᾶς μετὰ ἀσφαλείας πολλῆς. 173 ὡς δὲ παρεγενήθημεν εἰς Ἀλεξάνδρειαν, προσηγγέλη τῷ βασιλεῖ περὶ τῆς ἀφίξεως ἡμῶν. {παρειμένοι} δ᾽ εἰς τὴν αὐλὴν Ἀνδρέας τε καὶ ἐγώ, φιλοφρόνως ἠσπασάμεθα τὸν βασιλέα καὶ τὰς ἐπιστολὰς ἀποδεδώκαμεν τὰς παρὰ τοῦ Ἐλεαζάρου.
174 περὶ πολλοῦ δὲ ποιούμενος τοῖς ἀπεσταλμένοις ἀνδράσιν ἐντυχεῖν, ἐκέλευσε τοὺς λοιποὺς πάντας ἀπολῦσαι τοὺς ἐπὶ τῶν χρειῶν, καλεῖν δὲ τοὺς ἀνθρώπους. 175 οὗ πᾶσι παραδόξου φανέντος—διὰ τὸ κατὰ ἔθος εἶναι, πεμπταίους εἰς πρόσωπον ἔρχεσθαι βασιλεῖ τοὺς περὶ χρήσιμον ἀφικνουμένους, τοὺς δὲ παρὰ βασιλέων ἢ πόλεων ἐν ὑπεροχαῖς μόλις ἐν τριάκοντα εἰς τὴν αὐλὴν παρίεσθαι—τοὺς δὲ ἥκοντας τιμῆς καταξιῶν μείζονος, καὶ τὴν ὑπεροχὴν κρίνων τοῦ πέμψαντος, ἀπολύσας οὓς ἐνόμιζε περισσούς, ὑπέμενε περιπατῶν, ἕως ἂν παραγινομένους ἀσπάσηται.
176 παρελθόντων δὲ σὺν τοῖς ἀπεσταλμένοις δώροις καὶ ταῖς διαφόροις διφθέραις, ἐν αἷς ἡ νομοθεσία γεγραμμένη χρυσογραφίᾳ τοῖς Ἰουδαϊκοῖς γράμμασι, θαυμασίως {εἰργασμένου τοῦ ὑμένος}, καὶ τῆς πρὸς ἄλληλα συμβολῆς ἀνεπαισθήτου κατεσκευασμένης, ὡς εἶδεν ὁ βασιλεὺς τοὺς ἄνδρας, ἐπηρώτα περὶ τῶν βιβλίων. 177 ὡς δὲ ἀπεκάλυψαν τὰ τῶν ἐνειλημάτων καὶ τοὺς ὑμένας ἀνείλιξαν, πολὺν ἐπιστὰς χρόνον καὶ προσκυνήσας σχεδὸν ἑπτάκις εἶπεν Εὐχαριστοῦ μέν, ἄνδρες, ὑμῖν, τῷ δ᾽ ἀποστείλαντι μᾶλλον, μέγιστον δὲ τῷ θεῷ, οὗτινός ἐστι τὰ λόγια ταῦτα.
Page 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849


