89 ὕδατος δὲ ἀνέκλειπτός ἐστι σύστασις, ὡς ἂν καὶ πηγῆς ἔσωθεν πολυρρύτου φυσικῶς ἐπιρρεούσης, ἔτι δὲ θαυμασίων καὶ ἀδιηγήτων ὑποδοχείων ὑπαρχόντων ὑπὸ γῆν, καθὼς ἀπέφαινον πέντε σταδίων κυκλόθεν τῆς κατὰ τὸ ἱερὸν καταβολῆς καὶ ἑκάστου τούτων σύριγγας ἀναρίθμους, καθ᾽ ἕκαστον μέρος ἑαυτὰ συναπτόντων τῶν ῥευμάτων· 90 καὶ πάντα ταῦτα μεμολιβῶσθαι κατ᾽ ἐδάφους καὶ τοῦ τοίχου· ἐπὶ δὲ τούτων κεχύσθαι πολύ τι πλῆθος κονιάσεως, ἐνεργῶς γεγενημένων ἁπάντων. εἶναι δὲ πυκνὰ τὰ στόματα πρὸς τὴν βάσιν, ἀοράτως ἔχοντα τοῖς πᾶσι πλὴν αὐτοῖς οἷς ἐστιν ἡ λειτουργία, ὡς ῥοπῇ καὶ νεύματι πάντα καθαρίζεσθαι τὰ συναγόμενα παμπληθῆ τῶν θυμάτων αἵματα. 91 πεπεισμένος δὲ καὶ αὐτὸς τὴν τῶν ὑποδοχείων κατασκευὴν δηλώσω καθὼς ἐπιστώθην. προήγαγον γὰρ πλέον σταδίων τεσσάρων ἐκ τῆς πόλεως, καὶ πρός τινα τόπον ἐκέλευσαν κατακύψαντα συνακοῦσαι τοῦ γινομένου ψόφου τῆς ἀπαντήσεως τῶν ὑδάτων· ὥστε συμφανές μοι γεγονέναι τὸ μέγεθος τῶν ἀγγείων, καθὼς δεδήλωται. 92 τῶν δὲ ἱερέων ἡ λειτουργία κατὰ πᾶν ἀνυπέρβλητός ἐστι τῇ ῥώμῃ καὶ τῇ τῆς εὐκοσμίας καὶ σιγῆς διαθέσει. πάντες γὰρ αὐτοκελεύστως διαπονοῦσι πολλῆς γινομένης κακοπαθείας, καὶ ἑκάστῳ τὸ διατεταγμένον μέλει. καὶ ἀδιαλείπτως ὑπηρετοῦσιν, οἱ μὲν τὴν ξυλείαν, οἱ δὲ ἔλαιον, οἱ δὲ σεμίδαλιν, οἱ δὲ τὰ τῶν ἀρωμάτων, ἕτεροι τὰ τῆς σαρκὸς ὁλοκαυτοῦντες, ἰσχύι διαφερόντως συγχρώμενοι· 93 διαλαβόντες γὰρ ἀμφοτέραις τῶν μόσχων τὰ σκέλη, πλεῖον ὄντα ταλάντων δύο σχεδὸν ἑκάστου, ἀναρρίπτουσιν ἑκατέραις θαυμασίως ὕψος ἱκανὸν καὶ οὐχ ἁμαρτάνουσι τῆς ἐπιθέσεως. ὁμοίως δὲ καὶ τὰ τῶν προβάτων ἔτι δ᾽ αἰγῶν τοῖς βάρεσι καὶ πιμελῇ θαυμασίως ἔχει. κατὰ πᾶν γὰρ ἐκλεγομένων οἷς ἐπιμελές ἐστιν ἀμώμητα καὶ τῇ παχύτητι διαφέροντα, τὸ προειρημένον ἐπιτελεῖται.
94 πρὸς δὲ τὴν ἀνάπαυσιν τόπος αὐτοῖς ἐστὶν ἀποτεταγμένος, οὗ καθίζουσιν οἱ διαναπαυόμενοι. τούτου δὲ γινομένου, τῶν διαλελοιπότων ἐγείρονται πρόθυμοι, οὐδενὸς ἐπιτάσσοντος τὰ τῆς λειτουργίας. 95 ἥ τε πᾶσα σιγὴ καθέστηκεν, ὥστε ὑπολαμβάνειν, μηθ᾽ ἕνα ἄνθρωποι ἐν τῷ τόπῳ παρεῖναι, πρὸς τοὺς ἑπτακοσίους παρόντων τῶν λειτουργῶν—καὶ τῶν προσαγόντων δὲ τὰ θύματα πολύ τι πλῆθος—ἀλλὰ φόβῳ καὶ καὶ καταξίως μεγάλης θειότητος ἅπαντ᾽ ἐπιτελεῖται. 96 μεγάλην δὲ ἔκπληξιν ἡμῖν παρέσχεν, ὡς ἐθεασάμεθα τὸν Ἐλεάζαρον ἐν τῇ λειτουργίᾳ, τά τε τοῦ στολισμοῦ καὶ τῆς δόξης, ἣ συνίσταται διὰ τὴν ἔνδυσιν οὗ φορεῖ χιτῶνος καὶ τῶν περὶ αὐτὸν λίθων· χρυσοῖ γὰρ κώδωνες περὶ τὸν ποδήρη εἰσὶν αὐτοῦ, μέλους ἦχον ἀνιέντες ἰδιάζοντα· παρ᾽ ἑκάτερον δὲ τούτων ἄνθεσι πεποικιλμένοι ῥοΐσκοι, τῇ χρόᾳ θαυμασίως ἔχοντες. 97 κατέζωστο δὲ διαφόρῳ ζώνῃ διαπρεπεῖ, διυφασμένῃ καλλίστοις χρώμασιν. ἐπὶ δὲ τοῦ στήθους φορεῖ τὸ λεγόμενον λόγιον, ἐν ᾧ συνεσφιγμένοι λίθοι δεκαδύο, διαλλάσσοντες τοῖς γένεσι, χρυσῷ κεκολλημένοι, τὰ τῶν φυλάρχων ὀνόματα κατὰ τὴν ἐξ ἀρχῆς διάταξιν γενηθεῖσαν, ἀπαυγάζοντες ἕκαστος ἀνεξήγητον τῆς ἰδιότητος τὴν φυσικὴν χρόαν.
98 ἐπὶ δὲ τῆς κεφαλῆς ἔχει τὴν λεγομένην κίδαριν, ἐπὶ δὲ ταύτης τὴν ἀμίμητον μίτραν, τὸ καθηγιασμένον βασίλειον ἐκτυποῦν ἐπὶ πετάλῳ χρυσῷ γράμμασιν ἁγίοις ὄνομα τοῦ θεοῦ, κατὰ μέσον τῶν ὀφρύων, δόξῃ πεπληρωμένον, ὁ κριθεὶς ἄξιος τούτων ἐν ταῖς λειτουργίαις. 99 ἡ δὲ συμφάνεια τούτων ἐμποιεῖ φόβον καὶ ταραχήν, ὥστε νομίζειν εἰς ἕτερον ἐληλυθέναι ἐκτὸς τοῦ κόσμου· καὶ διαβεβαιοῦμαι, πάντα ἄνθρωπον προσελθόντα τῇ θεωρίᾳ τῶν προειρημένων εἰς ἔκπληξιν ἥξειν καὶ θαυμασμὸν ἀδιήγητον, μετατραπέντα τῇ διανοίᾳ διὰ τὴν περὶ ἕκαστον ἁγίαν κατασκευήν. 100 πρὸς γὰρ τὴν ἐπίγνωσιν ἁπάντων ἐπὶ τὴν παρακειμένην ἄκραν τῆς πόλεως ἀναβάντες ἐθεωροῦμεν· ἣ κεῖται μὲν ἐν ὑψηλοτάτῳ τόπῳ, πύργοις ἐξησφαλισμένη πλείοσι, μέχρι κορυφῆς εὐμήκεσι λίθοις ἀνῳκοδομημένων αὐτῶν, ὡς μεταλαμβάνομεν, πρὸς φυλακὴν τῶν περὶ τὸ ἱερὸν τόπων· 101 ἵνα, ἐὰν ἐπίθεσίς τις ἢ νεωτερισμὸς ἢ πολεμίων ἔφοδος γένηται, μηθεὶς δύνηται ὁδὸν εἰς τοὺς περιβόλους ποιήσασθαι τοὺς περὶ τὸν οἶκον· ἐπικειμένων καὶ ὀξυβελῶν ἐπὶ τῶν πύργων τῆς ἄκρας καὶ ὀργάνων ποικίλων, καὶ τοῦ τόπου κατὰ κορυφὴν ὄντος τῶν προειρημένων περιβόλων, 102 ὡσανεὶ φυλασσομένων τῶν πύργων ὑπὸ τῶν πιστοτάτων ἀνδρῶν καὶ τῇ πατρίδι μεγάλας ἀποδείξεις δεδωκότων· οἵτινες οὐκ εἶχον ἐξουσίαν ἐξιέναι τῆς ἄκρας, εἰ μὴ ταῖς ἑορταῖς, καὶ τοῦτο ἐκ μέρους, οὐδὲ εἰσοδεύειν εἴων οὐδένα.
Page 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849


