Καὶ τὸ τῆς ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν.

Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἐπιπεσόντων τῇ ἁγίᾳ Μονῇ σου, ἀγαρηνῶν οἷα περ λύκων ἀγρίων, σὲ τοῦ Χριστοῦ ἀρνίον τὸ πραότατον, Πάτερ κατεσπάραξαν, πολυτρόποις βασάνοις· ἔνθεν ἀνελήλυθας, πρὸς οὐράνιον μάνδραν, ὁσιομάρτυς Ἅγιε Ἐφραὶμ , καὶ μαρτυρίου, ἐδέξω, διάδημα.

Καὶ τὸ τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον.

Κάθισμα. Ἦχος πλ. δ’. Τὴν σοφίαν καὶ Λόγον.

Ἐν τῷ ὄρει Ἀμώμων ἀναδραμών, πρὸς αἰώνια ὅρη κατὰ Δαβίδ, τὸν νοῦν σου ἀνύψωσας, διὰ βίου λαμπρὸτητος, καὶ μαρτυρίου δρόμον, ἀνδρείως διήνυσας, βαρβαρικῆς μανίας, γενόμενος σφάγιον· ὅθεν διπλοῦν γέρας, ἐκ Θεοῦ ἐκομίσω, καὶ βλύζεις ἰάματα, Ἐφραὶμ πάτερ τοῖς σπεύδουσι, τοῖς τιμίοις λειψάνοις σου· αὐτὰ γὰρ τῇ σεπτῇ σου Μονῇ, ὥσπερ πλοῦτον θεῖον ἐφανέρωσας, τοὺς πιστῶς προσιόντας, ἀεὶ ἁγιάζοντα.

Καὶ τὸ τῆς ἑορτῆς.

Οἱ Ἀναβαθμοί.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου καὶ τὸ Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον κατὰ Ματθαῖον

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταΐς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμενοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷὸς εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.