Δαυῒδ θείῳ Πνεύματι, προκελαδῶν ἀπεφθέγγετο· Τὶ σοι ἒστι θάλασσα, ὅτι νῦν ἔφυγες; καὶ τὶ ὅτι σύ, ἐστράφης Ἰορδάνη, Χριστὸν θεασάμενος, γυμνὸν ἑστῶτα ἐν σοί;

Ἕτερος Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.

Μαλαχίου με τὸ κλέος δοξαζέτω.

Θεοφάνους.

ᾨδὴ α’ Ἦχος πλ. δ’

«Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γῆν, ἣν οὐκ ἐθεάσατο, ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε, καὶ ἄβατον διῆλθεν Ἰσραήλ, ᾠδὴ δὲ ἀνεμέλπετο. Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».

Μετὰ τῆς ἄνω χορείας γηθόμενος, καὶ ταύτῃ συγχορεύων καὶ συναγαλλόμενος, καὶ θείου φωτισμοῦ, ἀξίως ἐμφορούμενος, θεόπνευστε, τοὺς πίστει τὴν σεπτήν, σοῦ μνήμην ἑορτάζοντας, τῷ Κυρίῳ ψάλλοντας, πρεσβεύων διαφυλάττε.

Ἀγγελομόρφῳ ψυχῆς ὡραιότητι, καὶ κάλλει διαπρέπων, πάλιν τῷ τοῦ σώματος, τὴν ἄνωθεν αὐγήν, τῆς θείας ἐπιλάμψεως, ἐδέξω θεηγόρε τηλαυγῶς, καὶ χαίρων ἀνεκραύγαζες· τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.

Λελογισμένως ἀνύων τὸν βίον σου, καὶ τρόπων εὐκοσμίᾳ, καθωραΐζόμενος, καὶ ἤθεσι χρηστοῖς, Παμμάκαρ σεμνυνόμενος, Προφήτης ἀληθείας εὐσεβής, κραυγάζων ἐναπέφηνας. Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.