Ὅτε ἀπηρνήσω σεαυτόν, ἔρωτι τρωθεὶς τῷ ἁγίῳ, ἀπὸ νεότητος, τότε ἦρας Ὅσιε τὸν τοῦ Σωτῆρος Σταυρόν, καὶ αὐτῷ ἠκολούθησας, προθὺμῳ καρδίᾳ, πόνοις τῆς ἀσκήσεως, ἀποκαθάρας τὸν νοῦν. Ὅθεν τὴν βαρβάρων μανίαν, ἤνεγκας Ἐφραὶμ στερροψύχως, καὶ Μαρτύρων στέφει κεκαλλώπισαι.

Ὢφθης ὡς ἀστὴρ νεοφανής, ἄρτι ἐκφανθείς εὐδοκίᾳ, Πάτερ τῇ κρείττονι, διὰ τῆς εὑρέσεως, τῶν σῶν ἁγίων ὀστῶν, καὶ θαυμάτων ταῖς λάμψεσιν, ἡμᾶς καταυγάζεις, ἐν Ἁγίῳ Πνεύματι, Ἐφραὶμ μακάριε· νόσους γὰρ ἴασαι ποικίλας, καὶ ὀξέως πάντας προφθάνεις, τοὺς ἀπὸ ψυχῆς πιστῶς φωνοῦντάς σε.

Ὄρος τῶν Ἀμώμων ἀληθῶς, τοῖς ἀσκητικοῖς σου ἱδρῶσιν, ἠρδεύθη Ὅσιε, καὶ τοῖς τῶν αἱμάτων σου ῥείθροις ἡγίασται· ἐν αὐτῷ γὰρ διήνυσας, στερρῶς τοὺς ἀγῶνας, καί ἐχθρῶν κατέβαλες, πᾶσαν τὴν δύναμιν. Ὅθεν τὴν ἁγίαν Μονήν σου, τὴν ἐν σοὶ ἀεὶ καυχωμένην, φύλαττε Ἐφραὶμ ἐκ πάσης θλίψεως.

Δόξα. Ἦχος β’.

Ἀσκητικοῖς περιρρεόμενος ἱδρῶσι, τὸ σὸν αἷμα προθύμως ἔχεας, ὑπὲρ τῆς δόξης Κυρίου, Ἐφραὶμ θεοδόξαστε· τῇ γὰρ πέτρᾳ τῆς πίστεως, ἐρηρεισμένος ἀκλινῶς, ἀκατάσειστος ἔμεινας, ταῖς τῶν ἐχθρῶν μηχαναῖς καὶ ποικιλοτρόπως αἰκισθείς, τὸν δρόμον τῆς ἀθλήσεως, νομίμως τετέλεκας. Ἀλλ’ ὦ Ὁσιομάρτυς μακάριε, δέχου ἡμῶν τάς ᾠδάς, καὶ πλήρου τὰ πρὸς σωτηρίαν αἰτήματα.