Δόξα. Ἦχος πλ. β’.

Ἀγγελικὴν ὑπελθὼν πολιτείαν, ἀπο νεότητος σοφέ, ἐν ὄρει τῶν Ἀμώμων ἐσκήνωσας, ἀσκητικῶς ἀγωνιζόμενος· τὴν γὰρ κλῆσιν εἰς ἔργον ἄγων, ἄμωμος καὶ ἄμεμπτος, ἐν τοῖς δικαιώμασι Κυρίου ὤφθης, ἀνακαθάρας σεαυτόν, πάσης ὑλικῆς προσπαθείας· καὶ χερσὶ μιαιφόνοις ἀποκτανθείς, ὡς θῦμα εὐπρόσδεκτον, καὶ ὁλοκάρπωμα θεῖον, προσηνέχθης Χριστῷ, ἀθλητικῶς τελέσας τὴν ζωήν. Ἀλλ’ ὡς Ὅσιος ἐν ἀσκηταῖς, καὶ Μάρτυς ἐν ὁσίοις, διπλῶν στεφάνων ἔτυχες παρὰ Κυρίου, καὶ θαυμάτων χάριν ἐκομίσω, ὁσιομάρτυς Ἐφραίμ· διὸ τοῖς τελοῦσι τὴν μνήμην σου, αἴτησαι ἱλασμὸν πταισμάτων, καὶ τὸ μέγα ἔλεος,

Καί νῦν. Τῆς ἑορτῆς.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ’ 9)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεΐς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς· ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἑξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος Ἰσραήλ.