Καί νῦν. Τῆς ἑορτῆς ἢ τὸ τοῦ Πάσχα.

Ἀναστάσεως ἡμέρα καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει….

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ συνήθη. Ἀπόστολος. Προκείμενον ἦχος βαρύς.

Τίμιος ἐναντίον Κυρίου ὁ Θάνατος τοῦ Ὁσίου ἀὐτοῦ.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Πρός Ῥωμαίους ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

Ἀδελφοί, ὅσοι Πνεύματι Θεοΰ ἄγονται…. (Ζήτει, τῷ Σαββάτῳ τῆς ε’ ἑβδομάδος)

Εὐαγγέλιον κατὰ Ματθαῖον. (Ζήτει αὐτό τῇ ιγ’ Ὀκτωβρίου).

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον….

Μεγαλυνάριον,

Βὶῳ διαλάμπων ἀσκητικῷ, ἐν ὄρει Ἀμώμων, ἠγωνίσω μαρτυρικῶς, καὶ θαυμάτων χάριν, θεόθεν ἐκομίσω, Ἐφραὶμ Ὁσιομάρτυς, Ἀγγέλων σύσκηνε.

Δίστιχον.

Εὔφρανον Ἐφραὶμ τῇ θείᾳ χάριτί σου Γεράσιμον μέλψαντα τὴν ἄθλησίν σου.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

ΕΙΣ ΤΟΝ ΟΣΙΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥMΑΤΟΥΡΓΟΝ ΑΓΙΟΝ ΕΦΡΑΙΜ

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

Εὐλογήσαντος τοῦ ἱερέως, λέγομεν τὸ Κύριε εἰσάκουσον, μεθ’ ὃ τὸ Θεὸς Κύριος, καὶ ὡς συνήθως τὰ ἑξῆς.

Ἦχὸς δ’, Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοῖς προσιοῦσι τοῖς σεπτοῖς σου λειψάνοις, καὶ ἑξαιτοῦσι τὴν θερμήν σου πρεσβείαν, δίδου ἀεὶ τὴν θείαν σου ἀντίληψιν, τούτους ἐκλυτρούμενος, πειρασμῶν καὶ κινδύνων, καὶ παντοίων θλίψεων, καὶ δεινῶν νοσημάτων, ὁσιομάρτυς Ἅγιε Ἐφραίμ, ὡς τοῦ Σωτῆρος θεράπων θερμότατος.