Ἀγνώμων μηδείς, καὶ πρὸς Χριστὸν ἀχάριστος, ἔστω τὸ μακρόθυμον τῆς ἀνοχῆς αὐτοῦ, καὶ χρηστότητος ὑβρίζων καταφρονήσει, ἀλλ’ ἐν φόβῳ καὶ χαρᾷ δουλεύσωμεν, αὐτῷ μελῳδοῦντες· Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς,

Λέγει τοῖς λαοῖς, τῶν ἀπειθῶν ὁ Πρόδρομος· Τὶς ὑμῖν ὑπέδειξεν, ἐκ τῆς ὀργῆς φυγεῖν, ἐχιδνῶν γεννήματα τῆς μελλούσης; μετανοίας οὖν καρπούς, ἐνδείξασθε ἀξίους βοῶντες· Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Ὢ πηρωτικῆς, ἀγνωμοσύνης τόλμημα! ὂν γὰρ οἱ ἀλλόφυλοι, ὡς λυτρωτὴν Χριστόν, προσεκύνησαν ἐν δώροις τετιμηκότες, οἱ οἰκεῖοι μανικῶς, ἐζήτουν ἀποκτεῖναι φανέντα. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Ἕτερος

Τὴν τιμιωτέραν

Ὀλέθριον πτῶμα τὸ τοῦ Ἀδάμ, νῦν ἐπανορθώσων, ἐπεφάνη νέος, Ἀδάμ, τὴν ἐλευθερίαν, τῆς παλιγγενεσίας, παρέχων παραδόξως, διὰ Βαπτίσματος.

Νόμον καὶ Προφήτας ἀποπληρῶν, καὶ δικαιοσύνην, ἐκτελῶν ὁ πάντων Σωτήρ, νῦν ὑπὸ παλάμης, χειροθετεῖται δούλου, δουλείας ἀφαρπάζων, ἐχθροῦ τὸν ἄνθρωπον.

Τοῖς Ἔθνεσιν ἔλαμψε μέγα φῶς· τοῖς ἐσκοτισμένοις, θεϊκῇ ἀνέσχεν αὐγῇ, τοῖς ἐν σκιᾷ πάλαι θανάτου καθημένοις, ὁ Ἥλιος τῆς δόξης, Χριστὸς ἀνέτειλεν.