Θεοτοκίον

Σεσαρκωμένον τὸν Λόγον συλλαβοῦσα, τὸν πρὶν ἀσώματον Εὔας, ἀρὰν τῆς πάλαι ἀνέτρεψας, εὐλογίαν Παρθένε, τῷ κόσμῳ κυήσασα· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

«Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

ᾨδὴ θ’ Ὁ Εἱρμὸς

«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε».

Ἴδε ὁ Ἀμνός, ὁ αἲρων τὰ πταίσματα τῆς ἀνθρωπότητος, ἦλθεν ἐπεδήμησε· καὶ πρὸς τὸν δοῦλον αἰτῶν τὸ Βάπτισμα, δουλοπρεπῶς ἐφίσταται, ἐλευθερῶσαι ζητῶν, δουλωθέντας, ἡμᾶς τῷ ἀλάστορι, καὶ τὸ κάλλος πρὶν ἀπολέσαντας.

Ὤφθη ἐμφανῶς, Θεὸς σωματούμενος, δι’ ἀγαθότητα, καὶ τὰ Ἰορδάνια, περιβαλέσθαι ἔρχεται νάματα, ὁ περιβάλλων νέφεσι, τὸν οὐρανὸν ἀληθῶς, τούτου πάντες, νῦν προεορτάσωμεν, τὴν σεπτὴν ἐν χαρᾷ Ἐπιφάνειαν.

Σκίρτησον χαρά, καὶ προετοιμάσθητι, καθυποδέξασθαι, ὕδωρ τὸ ἁλλόμενον, ὦ Ἰορδάνη εἰς αἰωνίαν ζωήν, οἱ ποταμοὶ χορεύσατε, βλέποντες νῦν τῆς τρυφῆς, τὸν χειμάρρουν, ῥείθροις ἐπιβαίνοντα, καὶ κακίας τὴν χύσιν ξηραίνοντα.