Ηὔγασεν ἡμῖν, ἡμέρα σωτήριος, τοῖς ἐν νυκτὶ τῶν παθῶν, πάντοτε καθεύδουσι· καὶ γὰρ ἐπέστη Χριστὸς ὁ Κύριος, δικαιοσύνης Ἥλιος, ὢν καὶ νοούμενος, ὑποκλῖναι, δούλῳ κεφαλὴν αὐτοῦ, καὶ σαρκὶ βαπτισθῆναι θελήματι.

Θεοτοκίον

Φρίττει Χερουβὶμ καὶ πᾶσα οὐράνιος φύσις Πανάμωμε, τὸν ὑπὲρ κατάληψιν, σεπτόν σου τόκον ὁμοιωθέντα ἡμῖν, δι’ εὐσπλαγχνίαν ἄφατον, καὶ βαπτισθέντα σαρκί, οὗ τὴν θείαν, πάντες Ἐπιφάνειαν, ἑορτάζομεν νῦν ἀγαλλόμενοι.

Τοῦ Προφήτου

Ἔφριξε πᾶσα ἀκοὴ

Ἐπέστη ἡ θεοφεγγής, τοῦ Προφήτου ἑορτὴ καὶ σεβάσμιος, περιαυγάζουσα, τοὺς συνελθόντας πίστει καὶ ψάλλοντας, προφητικαῖς μαρμαρυγαῖς, καὶ πᾶσι πηγάζουσα, ψυχῶν ἰάματα, καὶ φωτίζουσα φαιδρῶς τοὺς θεόφρονας.

Τήρησον τῇ ζωαρχικῇ, κραταιᾷ τε δεξιᾷ σου Φιλάνθρωπε, τὴν Ἐκκλησίαν σου, ταῖς ἱκεσίαις τοῦ σοῦ θεράποντος, τοῦ προθεσπίσαντος ἡμῖν τὴν σὴν ἐνανθρώπησιν, δι’ ἧς ἀνέτειλε, σωτηρία καὶ πιστῶν ἀπολύτρωσις.

Θεοτοκίον

Ὥριμον δρέπομαι ζωήν, μὴ βλαπτόμενος τῷ ξύλῳ τῆς γνώσεως· σὺ γὰρ Πανάμωμε, ζωῆς τὸ ξύλον Χριστὸν ἐξήνθησας, τὸν τάς εἰσόδους τῆς ζωῆς, τοῖς πᾶσι γνωρίσαντα· διὸ σε πάναγνε, Θεοτόκον οἱ πιστοὶ καταγγέλλομεν.