Στίχοι

Καὶ τὶς παρέλθῃ Γόρδιον τὸν ὁπλίτην,

Πρὸς φρικτὸν ὅπλον στερρὸν ἄνδρα τὸ ξίφος;

Τμηθεὶς ἀμφὶ τρίτῃ πέσε Γόρδιος ἐν κονίησιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ Σημειοφόρου, τοῦ ἐν τῷ Ἁγίῳ Ζαχαρίᾳ τῆς Ἀτρώας κειμένου.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Μήτηρ καὶ δύο τέκνα, πυρὶ τελειοῦνται.

Στίχοι

Μητρὸς φλεγείσης, καὶ τὰ τέκνα πρὸς φλόγα,

Τετριγότα τρέχουσιν ὡς στρουθοῦ τέκνα.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς.

ᾨδὴ ζ’ Ὁ Εἱρμὸς

«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».

Συντριβέντα με τοῖς πταίσμασι, καὶ κείμενον, ἐν σκότει Κύριε, τῆς παραβάσεως, οἰκτείρας ἠλέησας, δι’ ἀγαθότητα, καὶ ἐν ὕδασι, τοῦ Ἰορδάνου Κύριε, παραγίνῃ βαπτισθῆναι.

Τὶ τὸ ξένον τοῦτο θέαμα; ἐβόησαν Ἀγγέλων τάγματα, ὁ λίμνας καὶ ποταμούς, ποιήσας προστάγματι, τὰ Ἰορδάνια, ῥεῖθρα ἔρχεται, περιβαλέσθαι· τούτοις γάρ, τὸν Ἀδὰμ ἀνακαινίζει.

Ὕψος ἄφατον, καὶ βάθος μὴ μετρούμενον, ὑπάρχει Δεσπότα, οἰκονομία ἡ σή, πᾶσαν ὑπερβαίνουσα, νοὸς κατάληψιν, πῶς δι’ ὕδατος, καὶ Παναγίου Πνεύματος, τοὺς βροτοὺς ἀναχωνεύεις.