ᾨδή ε’ Ὁ Εἱρμὸς

«Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, σωτηρίαν βραβεύοντα».

Μακρὰν τὸ ἀνθρώπινον, ἀπὸ Θεοῦ γενόμενον, ὁ Λόγος Θεοῦ κατοικτειρήσας, ἄνθρωπος ὤφθη, καὶ Βαπτισμῷ θεουργῷ, τοῦτο οἰκειοῖ θεοπρεπῶς, καὶ πρὸς τὸ ἀρχέτυπον, ἐπανάγει ἀξίωμα.

Νεκροὺς χρηματίσαντας, ἡμᾶς ταῖς παραβάσεσιν, ἔρχῃ Ζωοδότα πανοικτίρμον, ἀναζωῶσαι ταῖς, Ἰορδάνου ῥοαῖς· ὅθεν σου δοξάζομεν πιστῶς, νῦν τὴν ἐπιφάνειαν, καὶ ἄφατον ἔλεος.

Ξενίζεται ἅπασα, ψυχὴ ἐννοουμένη σου, Λόγε τὴν φρικτὴν οἰκονομίαν! πῶς ἀναπλάσαι πάντα βουλόμενος, ἔρχῃ ἐπιβῆναι ποταμοῦ, ῥεύμασι γυμνούμενος, ὁ φῶς ἀναβαλλόμενος.

Τοῦ Προφήτου

Ὁ ἐκ νυκτὸς ἀγνοίας

Τὴν φοβερὰν ἡμέραν, τῆς τοῦ Χριστοῦ παρουσίας παρήγγειλας, Μαλαχία θεόφρον, θείῳ φωτιζόμενος Πνεύματι.

Ὁ τῶν ψυχῶν τὸν ῥύπον, ἀναχωνεύων καὶ πλύνων τῇ χάριτι, ὡς ἐν πόᾳ πλυνόντων, οὕτως σε θεόφρον ἐδόξασε.

Θεοτοκίον

Κράτος θανάτου Κόρη, τῷ ζωηφόρῳ σου τόκῳ διέλυσας, Παναγία Παρθένε, καὶ ζωὴν ἐπήγασας ἄλυπον.