Καὶ νῦν… Προεόρτιον

Ἦχος ὁ αὐτὸς

Αὐλῶν Ποιμενικῶν

Χορὸς προφητικός, προκηρύττων χαίρει, τὸ Βάπτισμα Χριστοῦ τὴν ζωὴν ἀναβλύζον· Κράζει ὁ Ἡσαΐας, ἀντλῆσαι ὕδωρ τὸ καθαρτήριον. Γράφει ὁ Θεοπάτωρ, πῶς ἐκ προσώπου φεύγει ἡ θάλασσα, τοῦ εὐδοκίᾳ σῴζοντος Θεοῦ, τὸ γένος τῶν ἀνθρώπων.

ᾨδὴ δ’ Ὁ Εἱρμὸς

«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε».

Θάμβει συσχεθήσεται ὁ οὐρανός, καὶ τὰ τῶν Ἀγγέλων στρατεύματα, δουλοπρεπῶς σε, ἀφικνούμενον Χριστέ, πρὸς τὸν σὸν δοῦλον βλέποντες, καὶ ἐπιζητοῦντα τὸ Βάπτισμα.

Ἰωάννη σκίρτησον· ἔρχεται γάρ, πάντας ὁ λυτρούμενος Κύριος, ὑποκλιθῆναι, ὁ τῇ χειρί σου ταπεινῶς, ὅπως ταπεινωθέντα με, θείῳ ἀνυψώσῃ Βαπτίσματι.

Κλίνας καταβέβηκας τοὺς οὐρανούς, ἐπὶ τὴν Παρθένον Φιλάνθρωπε, καὶ Ἰωάννῃ, ὑποκλίνεις κορυφήν, ἐπιζητῶν τὸ Βάπτισμα· δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.

Λύων τάς ἀμέτρους μου Λόγε σειράς, τῶν ἁμαρτημάτων ἐν ὕδασι, τοῦ Ἰορδάνου, ἐπισπεύδεις προσελθεῖν, καὶ βαπτισθῆναι Δέσποτα, δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.