Ἐδοξάσθης Πάτερ ἀληθῶς, παρὰ Χριστοῦ ἀξίως, καὶ πᾶσι δεδοξασμένος, μετὰ χρόνιον ἡμῖν, ἀπόκρυψιν πέφηνας· εὐλογεῖτε πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Ἐφραὶμ εἰς τοὺς αἰῶνας.

Ῥαντισθεὶς τοῖς αἵμασι τοῖς σοῖς, κατέκλυσας τῶν βαρβάρων, τὸ κράτος καὶ τὴν μανίαν, τῇ στερρότητι τῆς σῆς, ψυχῆς καὶ τῇ χάριτι, καὶ ἐβόας Ἐφραὶμ ἐν τῷ θνήσκειν· δέξαι μου τὸ πνεῦμα, οἰκτίρμον ζωοδότα, χερσί σου ταῖς ἀχράντοις.

Θεοτοκίον.

Ἀπειράνδρως τέτοκας Χριστόν, καὶ μετὰ τόκον μένεις, Παρθένος ὡς πρὸ τοῦ τόκου, ἀειπάρθενε Ἁγνὴ· διό σοι κραυγάζομεν· χαῖρε μόνη ἁγνείας κειμήλιον πάναγνον, Κεχαριτωμένη εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ’. Τύπον τῆς ἁγνῆς.

Στέφος μαρτυρίου εἴληφας, μαρτυρικῶς σφραγίσας Πάτερ τὸν βίον σου, καὶ παρέστηκας, ζωῆς τῷ ξὺλῳ γηθόμενος, αἰωνίου χαρᾶς ἀξιούμενος, Ἐφραὶμ ὀσιομάρτυς, καὶ μετοχῇ θείᾳ θεούμενος.

Ἴσoς τῶν Ὁσίων πέφηνας, ὀσιακῶς τελέσας Πάτερ τὸν βίον σου, καὶ ἰσότιμος, τῶν ἀθλοφόρων γεγένησαι, ἐνεγκὼν τῶν βαρβάρων τὴν ἔφοδον, Ἐφραὶμ ὀσιομάρτυς· ἔνθεν διπλῶν βραβείων ἔτυχες.