Δέσποινα πρόσδεξαι…. Τὴν πᾶσαν ἐλπίδα μου….

Καὶ τό, Δι’ εὐχῶν.

Δίσπχον.

Εὔφρανον Ἐφραὶμ τῇ θερμῇ σου ἀντιλήψει

Γεράσιμον δέησιν τήνδε σοι θέντα.

ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ

ΕΙΣ ΤΟΝ ΟΣΙΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΑΓΙΟΝ ΕΦΡΑΙΜ

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

Κοντάκιον. Ἦχος πλ, δ’. Τῇ ὑπερμάχῳ.

Ὥσπερ ἀστὴρ νεοφανὴς ἡμῖν ἀνέτειλας, τῇ φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καὶ θαυμάτων ταῖς ἀκτῖσι πᾶσιν ἐκλάμπεις. Ἀλλὰ πλήρου τὰ αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοι προσιόντων Ἐφραὶμ Ἅγιε, καὶ βοώντων σοι· χαίροις Πάτερ μακάριε.

Ἄγγελος ὥσπερ ἄλλος, οὐρανόθεν ἐπέστης, καὶ ἔδειξας ἡμῖν τὴν χάριν (ἐκ γ’), δι’ ἧς εὐφραίνεις πάντα πιστόν, Ὀσιομάρτυς Ἐφραὶμ θείου Πνεύματος· διό σε μακαρίζοντες, ἀναβοῶμέν σοι τοιαῦτα.

Χαῖρε, ὁ πάλαι καλῶς ἀθλήσας· χαῖρε, ὁ ἄρτι σεαυτὸν ἐκφήνας.

Χαῖρε, εὐφροσύνης καὶ ὁ παραίτιος· χαῖρε, οὐρανίου χαρᾶς ὁ συναίτιος.

Χαῖρε, ἄστρον τὸ νεόφωτον Ἐκκλησίας τοῦ Χριστοῦ· χαῖρε, ξίφος τὸ ἀμφίστομον τῆς μανίας τοῦ ἐχθροῦ.

Χαῖρε, ὅτι ὁσίως ἐνασκήσει ἐμπρέπεις· χαῖρε, ὅτι νομίμως ἐν ἀθλήσει ἐστέφθης.