Ἰσχὺν ἐνδεδυμενος τὴν θεόσδοτον, ὡς Μάρτυς ἐνθεότατος, τάς ἰάσεις τοῖς νοσοῦσι χορηγεῖς, καὶ τοῖς ἐν κινδύνοις νέμεις λύτρωσιν, Ἐφραὶμ σοφέ, τοὺς παραλύτους ἐπανορθούμενος.

Θεοτοκίον.

Χαρὰν τὴν ἀνεκλάλητον ἐπήγασας, τῷ ὑπὲρ φύσιν τόκῳ σου, τοΐς ἐν λύπαις καὶ ὀδύναις καὶ ποιναῖς, μόνη Θεοτόκε ἀειπάρθενε· ὅθεν κἀμέ, τῆς αἰωνίου χαρᾶς ἀξίωσον.

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.

Ἐν τῷ ὄρει ἤσκησας, τῶν Ἀμώμων θέοφρον, καὶ ἐν τούτῳ ἥνυσας, τοῦ μαρτυρίου τὸν δρόμον· ὅθεν σε, διπλοῖς στεφάνοις ὁ ζωοδότης, ἔστεψεν, ὁσιομάρτυς Ἐφραὶμ ἀξίως, ἐκτενῶς ἐκδυσωποῦντα, ἐλεηθῆναι τοὺς σὲ γεραίροντας.

Ὁ οἶκος.

Ἀπὸ νεότητος Χριστῷ ἀκολουθήσας Πάτερ, τὴν κοσμικὴν ἐπιφοράν, καὶ τῆς σαρκὸς τάς ἡδονάς, ἠρνήσω ὁλοτρόπως· καὶ τῇ θείᾳ μεταρσιούμενος ἀγαπήσει, ἐν ὄρει τῶν Ἀμώμων ἀγγελικῇ πολιτείᾳ διέλαμψας, καὶ τῆς θείας ἐνεργείας κατοικητήριον πέφηνας, ἱδρῶσιν ἀσκητικοῖς, σῶμα καὶ ψυχὴν ἐκκαθαρθείς, τῆς τῶν παθῶν ψυχοφθόρου συνοχῆς· καὶ χερσὶ μιαιφόνοις ἐπιδρομέων ἀλλοφύλων συσχεθείς, μαρτυρικὴν ἐπεδείξω στερρότητα, ποικιλοτρόπως αἰκισθείς, καὶ στρεβλώσεις ὑποστάς, καὶ βιαίως διὰ Χριστὸν θανατωθείς· ὅθεν ὁ ζωοδότης, διπλοῖς στεφάνοις σε ἔστεψεν, ὁσιομάρτυς Ἐφραὶμ , ἐκτενῶς ἐκδυσωποῦντα, ἐλεηθῆναι τοὺς σὲ γεραίροντας.